Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 4

68 μαγειρικὰ δὲ σκευή καταριθμεῖται Ἀνάξιππος ἐν Κιθαρῳδῷ οὕτως · ζωμήρυσιν φέροις, ὀβελίσκους δώδεκα, κρεάγραν, θυίαν, τυροκνῆστιν παιδικήν, στελεόν, σκαφίδας τρεῖς, δορίδα, κοπίδας τέτταρας. οὐ μὴ πρότερον οἴσεις, θεοῖσιν ἐχθρὲ σύ, τὸ λεβήτιον, τἀκ τοῦ νίτρου πάλιν ὑστερεῖς; καὶ τὴν κύβηλιν, τὴν ταγηνιστηρίαν· τὴν χύτραν δ’ Ἀριστοφάνης ἐν Σκηνὰς καταλαμβανούσαις κακκάβην εἴρηκεν οὕτως τὴν κακκάβην γὰρ κᾶε. β. τοῦ διδασκάλου; κἀν Δαιταλεῦσι· κἄγειν ἐκεῖθεν κακκάβην. Ἀντιφάνης δ’ ἐν Φιλοθηβαίῳ· πάντ’ ἔστιν ἡμῖν ἥ τε γὰρ συνώνυμος τῆς ἔνδον οὔσης ἔγχελυς Βοιωτία μιχθεῖσα κοίλοις ἐν βυθοῖσι κακκάβης χλιαίνετ᾽, αἴρεθ᾽, ἕψεται, παφλάζεται. βατάνιον δ’ εἴρηκεν Ἀντιφάνης ἐν Εὐθυδίκῳ· ἔπειτα πουλύπους τετμημένος ἐν βατανίοισιν ἑφθός. Ἄλεξις ἐν Ἀσκληπιοκλείδῃ · οὕτως δ’ ὀψοποιεῖν εὐφυῶς περὶ τὴν Σικελίαν αὐτὸς ἔμαθον ὥστε τοὺς δειπνοῦντας εἰς τὰ βατάνι’ ἐμβάλλειν ποῶ ἐνίοτε τοὺς ὀδόντας ὑπὸ τῆς ἡδονῆς. πατάνιον δὲ διὰ τοῦ π Ἀντιφάνης ἐν Γάμῳ, πατάνια, σεῦτλον, σίλφιον, χύτρας, λύχνους, κορίαννα, κρόμμυ᾽, ἅλας, ἔλαιον, τρυβλίον. Φιλέταιρος Οἰνοπίωνι· ὁ μάγειρος οὗτος Πατανίων προσελθέτω. καὶ πάλιν πλείους Στρατονίκου τοὺς μαθητάς μοι δοκεῖ ἕξειν Πατανίων. ἐν δὲ Παρασίτῳ ὁ Ἀντιφάνης καὶ τάδε εἴρηκεν ἄλλος ἐπὶ τούτῳ μέγας ἥξει τις ἰσοτράπεζος εὐγενής β. τίνα λέγεις; α. Καρύστου θρέμμα, γηγενής, ζέων β. εἶτ’ οὐκ ἂν εἴποις; ὕπαγε. α. κάκκαβον λέγω· σὺ δ’ ἴσως ἂν εἴποις λοπάδ᾽ . β. ἐμοὶ δὲ τοὔνομα οἴει διαφέρειν, εἴτε κάκκαβόν τινες χαίρουσιν ὀνομάζοντες εἴτε σίττυβον, πλὴν ὅτι λέγεις ἀγγεῖον οἶδα; Εὔβουλος δ’ ἐν Ἴωνι καὶ βατάνια καὶ πατάνια λέγει ἐν τούτοις· τρυβλία δὲ καὶ βατάνια καὶ κακκάβια καὶ λοπάδια καὶ πατάνια ποικιλόθροα καὶ οὐδ’ ἂν λέγων λέξαιμι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme