Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 4

8 Λυγκεὺς δ’ ἐν Κενταύρῳ διαπαίζων τὰ Ἀττικὰ δεῖπνά φησι (IV 433 M)· μάγειρ᾽, ὁ θύων ἐστὶ δειπνίζων τ’ ἐμὲ Ῥόδιος, ἐγὼ δ’ ὁ κεκλημένος Περίνθιος. οὐδέτερος ἡμῶν ἥδεται τοῖς Ἀττικοῖς δείπνοις. ἀηδία γάρ ἐστιν Ἀττικὴ ὥσπερ ξενική· παρέθηκε πίνακα γὰρ μέγαν ἔχοντα μικροὺς πέντε πινακίσκους ἄνω· τούτων ὃ μὲν ἔχει σκόροδον, ὃ δ’ ἐχίνους δύο, ὃ δὲ θρυμματίδα γλυκεῖαν, ὃ δὲ κόγχας δέκα, ὃ δ’ ἀντακαίου μικρόν. ἐν ὅσῳ δ’ ἐσθίω, ἕτερος ἐκεῖν᾽, ἐν ὅσῳ δ’ ἐκεῖνος, τοῦτ’ ἐγὼ ἠφάνισα. βούλομαι δέ γ᾽, ὦ βέλτιστε σύ, κἀκεῖνο καὶ τοῦτ᾽, ἀλλ’ ἀδύνατα βούλομαι· οὔτε στόματα γὰρ οὔτε χεῖρας πέντ’ ἔχω. ὄψιν μὲν οὖν ἔχει τὰ τοιαῦτα ποικίλην, ἀλλ’ οὐθέν ἐστι τοῦτο πρὸς τὴν γαστέρα· κατέπασα γὰρ τὸ χεῖλος, οὐκ ἐνέπλησα δέ. τί οὖν ἔχεις; Β. ὄστρεια πολλά. Α. πίνακά μοι τούτων παραθήσεις αὐτὸν ἐφ’ ἑαυτοῦ μέγαν. ἔχεις ἐχίνους; Β. ἕτερος ἔσται σοι πίναξ· αὐτὸς γὰρ αὐτὸν ἐπριάμην ὀκτὼ ὀβολῶν. Α. ὀψάριον αὐτὸ τοῦτο παραθήσεις μόνον, ἵνα ταὐτὰ πάντες, μὴ τὸ μὲν ἐγώ, τὸ δ’ ἕτερος ... Δρομέας δ’ ὁ παράσιτος ἐρωτήσαντός τινος αὐτόν, ὥς φησιν ὁ Δελφὸς Ἡγήσανδρος (FHG IV 415), πότερον ἐν ἄστει γίνεται βελτίω δεῖπνα ἢ ἐν Χαλκίδι, τὸ προοίμιον εἶπε τῶν ἐν Χαλκίδι δείπνων χαριέστερον εἶναι τῆς ἐν ἄστει παρασκευῆς, τὸ πλῆθος τῶν ὀστρέων καὶ τὴν ποικιλίαν προοίμιον εἰπὼν δείπνου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme