Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 5

18 διδάσκει δ’ ἡμᾶς Ὅμηρος ὅτι δεῖ καὶ τοὺς κεκλημένους ἐφ’ ἑστίασιν παρακαλεῖν ἀπανίστασθαι τοὺς κεκληκότας, ὁ μὲν Τηλέμαχος τὸν Μενέλαον ἀλλ’ ἄγετ’ εἰς εὐνὴν τράπεθ’ ἡμέας, ὄφρα καὶ ἤδη ὕπνῳ ὑπὸ γλυκερῷ ταρπώμεθα κοιμηθέντες. ἡ δὲ προσποιουμένη Μέντωρ εἶναι Ἀθηνᾶ πρὸς τὸν Νέστορα ἀλλ’ ἄγε τάμνετε μὲν γλώσσας, κεράσασθε δὲ οἶνον, ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισιν σπείσαντες κοίτοιο μεδώμεθα· τοῖο γὰρ ὥρη. ἐν δὲ ταῖς τῶν θεῶν ἑορταῖς οὐδ’ ὅσιον εἶναι δοκεῖ πλείω χρόνον παραμένειν. γνωμικῶς γοῦν φησιν παρὰ τῷ Ὁμήρῳ ἡ Ἀθηνᾶ· ἤδη γὰρ φάος οἴχεθ’ ὑπὸ ζόφον, οὐδὲ ἔοικε δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι. καὶ νῦν δὴ νόμος ἐκ θυσιῶν τινων πρὸ ἡλίου δύνοντος ἀπιέναι. καὶ παρ’ Αἰγυπτίοις δὲ τὸ παλαιὸν σωφρονικῶς διεξήγετο τὸ τῶν συμποσίων γένος, καθάπερ εἴρηκεν Ἀπολλώνιος ὁ περὶ τούτων γεγραφώς. καθήμενοι μὲν γὰρ ἐδείπνουν, τροφῇ τῇ λιτοτάτῃ καὶ ὑγιεινοτάτῃ χρώμενοι καὶ οἴνῳ τοσούτῳ ὅσος ἱκανὸς ἂν γένοιτο πρὸς εὐθυμίαν, ἣν ὁ Πίνδαρος αἰτεῖται παρὰ τοῦ Διός· τί ἔρδων φίλος σοί τε, καρτερόβροντα Κρονίδα, φίλος δὲ Μοίσαις εὐθυμίᾳ τε μέλων εἴην, τοῦτ’ αἴτημί σε. τὸ δὲ Πλάτωνος συμπόσιον οὐ συνέδριόν ἐστιν, οὐ βουλευτήριον, οὐ λέσχη φιλοσόφων. Σωκράτης γὰρ οὐδὲ τοῦ συμποσίου ἀποστῆναι θέλει καίτοι Ἐρυξιμάχου καὶ Φαίδρου καὶ ἄλλων τινῶν ἀποστάντων, ἀλλ’ ἐγρήγορε μετ’ Ἀγάθωνος καὶ Ἀριστοφάνους καὶ πίνει ἐξ ἀργυροῦ φρέατοσ—καλῶς γάρ τις τὰ μεγάλα ποτήρια οὕτως ὠνόμασε πίνει τ’ ἐκ τῆς φιάλης ἐπιδέξια. φησὶ δὲ καὶ μετὰ τοῦτο τοὺς μὲν δύο νυστάζειν, καταδαρθεῖν δὲ πρότερον τὸν Ἀριστοφάνη, ἤδη δὲ ἡμέρας ὑποφαινούσης τὸν Ἀγάθωνα· καὶ τὸν Σωκράτη κατακοιμήσαντα ἐκείνους ἀναστάντα ἀπιέναι εἰς τὸ Λύκειον, ἐξόν, φησὶν ὁ Ἡρόδικος, εἰς τοὺς Ὁμήρου Λαιστρυγόνας, ἔνθα κ’ ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme