Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 5

20 ἐκαθέζοντο δὲ καὶ δειπνοῦντες οἱ τότε. πολλαχοῦ γοῦν ὁ Ὅμηρός φησιν ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε. ὁ γὰρ θρόνος αὐτὸ μόνον ἐλευθέριός ἐστιν καθέδρα σὺν ὑποποδίῳ, ὅπερ θρῆνυν καλοῦντες ἐντεῦθεν αὐτὸν ὠνόμασαν θρόνον τοῦ θρήσασθαι χάριν, ὅπερ ἐπὶ τοῦ καθέζεσθαι τάσσουσιν, ὡς Φιλίτας· θρήσασθαι πλατάνῳ λασίῃ ὕπο. ὁ δὲ κλισμὸς περιττοτέρως κεκόσμηται ἀνακλίσει. τούτων δ’ εὐτελέστερος ἦν ὁ δίφρος· τῷ γοῦν Ὀδυσσεῖ ἐπαίτῃ εἶναι δοκοῦντι δίφρον ἀεικέλιον, φησί, καταθεὶς ὀλίγην τε τράπεζαν. οἱ δὲ κρατῆρες αὐτοῖς, ὥσπερ ἔχει καὶ τοὔνομα, κεκραμένοι παρεστήκεσαν, ἐξ ὧν οἱ κοῦροι διακονούμενοι τοῖς μὲν ἐντιμοτάτοις ἀεὶ πλῆρες παρεῖχον τὸ ποτήριον, τοῖς δ’ ἄλλοις ἐξ ἴσου διένεμον. ὁ γοῦν Ἀγαμέμνων πρὸς τὸν Ἰδομενέα φησί σὸν δὲ πλεῖον δέπας αἰεὶ ἕστηχ’ ὥσπερ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι. προέπινον δ’ ἀλλήλοις οὐχ ὥσπερ ἡμεῖς τοῦτο γὰρ προεκπιεῖν ἐστιν, ἀλλὰ μεστὸν τὸν σκύφον πλησάμενος δ’ οἴνοιο δέπας δείδεκτ’ Ἀχιλῆα. ὁσάκις δὲ καὶ τροφὰς ἐλάμβανον, προειρήκαμεν ἤδη ὅτι δὴ τρεῖς ἦσαν διὰ τὸ τὸ αὐτό ποτε μὲν ἄριστον, ποτὲ δὲ δεῖπνον ὀνομάζεσθαι. γελοῖοι γάρ εἰσιν οἱ φάσκοντες ὅτι καὶ τέσσαρας ἐλάμβανον ἐπεὶ ὁ ποιητὴς ἔφη σὺ δ’ ἔρχεο δειελιήσας, οὐ νοοῦντες ὅτι λέγει τὸν δειλινὸν διατρίψας χρόνον. ὅμως δὲ οὐδεὶς δείξει παρὰ τῷ ποιητῇ τρίς τινα λαμβάνοντα τροφάς, διαμαρτάνουσι δὲ πολλοὶ παρὰ τῷ ποιητῇ ἐφεξῆς τιθέντες τούτους τοὺς στίχους· σιτονδ’ αἰδοίη ταμίη παρέθηκε φέρουσα, εἴδατα πόλλ’ ἐπιθεῖσα, χαριζομένη παρεόντων δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας. εἰ γὰρ εἴδατα παρέθηκεν ἡ ταμίη, δῆλον ὡς κρεάτων λείψανα τυγχάνοντα, τὸν δαιτρὸν οὐκ ἔδει παρεισφέρειν. διόπερ τὸ δίστιχον ἀπαρκεῖ. ἀπαλλαγέντων δὲ τῶν δειπνούντων αἱ τράπεζαι ἐβαστάζοντο, ὥσπερ παρὰ τοῖς μνηστῆρσι καὶ τοῖς Φαίαξιν, ἐφ’ ὧν καὶ λέγει· ἀμφίπολοι δ’ ἀπεκόσμεον ἔντεα δαιτός, δῆλον ὡς τὰ ἀγγεῖα. καὶ γὰρ τῶν ὅπλων τὰ σκεπαστικά, θώρακα καὶ κνημῖδας καὶ τὰ τούτοις ἐμφερῆ λέγουσιν ἔντη, καθάπερ ἀγγεῖα τῶν τοῦ σώματος μερῶν ὄντα. τῶν δὲ ἡρωικῶν οἴκων τοὺς μείζονας Ὅμηρος μέγαρα καλεῖ καὶ δώματα καὶ κλισίας, οἱ δὲ νῦν ξενῶνας καὶ ἀνδρῶνας ὀνομάζουσι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme