Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 5

35 ἐπὶ δὲ πᾶσιν ἐπόμπευσαν αἱ δυνάμεις αἱ ἱππικοὶ καὶ πεζικαί, πᾶσαι καθωπλισμέναι θαυμασίως. πεζοὶ μὲν εἰς πέντε μυριάδας καὶ ἑπτακισχιλίους καὶ ἑξακοσίους, ἱππεῖς δὲ δισμύριοι τρισχίλιοι διακόσιοι, πάντες δ’ οὗτοι ἐπόμπευσαν τὴν ἁρμόζουσαν ἑκάστῳ ἠμφιεσμένοι στολὴν καὶ τὰς προσηκούσας ἔχοντες πανοπλίας, ἐκτὸς δ’ ὧν πάντες οὗτοι εἶχον πανοπλιῶν καὶ ἄλλαι πλεῖστοι ἦσαν ἀποκείμενοι, ὧν οὐδὲ τὸν ἀριθμὸν ἀναγράψαι ῥᾴδιον. κατέλεξε δ’ αὐτὸν ὁ Καλλίξεινος. ἐστεφανώθησαν δ’ ἐν τῷ ἀγῶνι καὶ στεφάνοις χρυσοῖς εἰκόσι, Πτολεμαῖος δὲ ὁ πρῶτος καὶ Βερενίκη εἰκόσι τρισὶν ἐφ’ ἁρμάτων χρυσῶν καὶ τεμένεσιν ἐν Δωδώνῃ, καὶ ἐγένετο τὸ δαπάνημα τοῦ νομίσματος τάλαντα δισχίλια διακόσια τριάκοντα ἐννέα, μναῖ πεντήκοντα· καὶ ταῦτ’ ἠριθμήθη πάντα τοῖς οἰκονόμοις διὰ τὴν τῶν στεφανούντων προθυμίαν πρὸ τοῦ τὰς θέας παρελθεῖν. ὁ δὲ Φιλάδελφος Πτολεμαῖος υἱὸς αὐτῶν εἰκόσι χρυσαῖς δυσὶ μὲν ἐφ’ ἁρμάτων χρυσῶν, ἐπὶ δὲ κιόνων ἑξαπήχει μιᾷ, πενταπήχεσι πέντε, τετραπήχεσι ἕξ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme