Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 5

50 ἀναβὰς οὖν ἐπὶ τὸ βῆμα τὸ πρὸ τῆς Ἀττάλου στοᾶς ᾠκοδομημένον τοῖς Ῥωμαίων στρατηγοῖς στὰς ἐπὶ τούτου καὶ περιβλέψας κυκληδὸν τὸ πλῆθος, ἔπειτ’ ἀναβλέψας ‘ἄνδρες Ἀθηναῖοι, ἔφη, τὰ πράγματα μὲν βιάζεται καὶ τὸ τῆς πατρίδος συμφέρον ἀπαγγέλλειν ἃ οἶδα, τὸ δὲ μέγεθος τῶν μελλόντων λέγεσθαι διὰ τὸ παράδοξον τῆς περιστάσεως ἐμποδίζει με.’ ἁθρόως δ’ ἐπιβοησάντων αὐτῷ τῶν περιεστώτων θαρρεῖν καὶ λέγειν, ‘λέγω τοίνυν, ἔφη, τὰ μηδέποτε ἐλπισθέντα μηδὲ ἐν ὀνείρῳ φαντασθέντα. βασιλεὺς Μιθριδάτης κρατεῖ μὲν Βιθυνίας καὶ τῆς ἄνω Καππαδοκίας, κρατεῖ δὲ τῆς συνεχοῦς Ἀσίας ἁπάσης ἄχρι Παμφυλίας καὶ Κιλικίας. καὶ βασιλεῖς μὲν αὐτὸν Ἀρμενίων καὶ Περσῶν δορυφοροῦσι, δυνάσται δὲ τῶν περὶ τὴν Μαιῶτιν καὶ τὸν ὅλον Πόντον κατῳκισμένων ἐθνῶν ἐν περιμέτρῳ τρισμυρίων σταδίων. Ῥωμαίων δὲ στρατηγὸς μὲν Παμφυλίας Κόιντος Ὄππιος παραδοθεὶς ἀκολουθεῖ δέσμιος, Μάνιος δὲ Ἀκύλλιος ὁ ὑπατευκώς, ὁ τὸν ἀπὸ Σικελίας καταγαγὼν θρίαμβον, συνδέτην ἔχων ἁλύσει μακρᾷ Βαστάρνην πεντάπηχυν πεζὸς ὑπὸ ἱππέως ἕλκεται. τῶν δ’ ἄλλων Ῥωμαίων οἳ μὲν θεῶν ἀγάλμασι προσπεπτώκασιν, οἱ δὲ λοιποὶ μεταμφιεσάμενοι τετράγωνα ἱμάτια τὰς ἐξ ἀρχῆς πατρίδας πάλιν ὀνομάζουσι. πᾶσα δὲ πόλις ταῖς ὑπὲρ ἄνθρωπον τιμαῖς ὑπαντῶσα κατακαλεῖ αὐτὸν θεὸν βασιλέα· χρησμοὶ δὲ πάντοθεν τὸ κράτος τῆς οἰκουμένης θεσπιῳδοῦσι. διὸ καὶ πρὸς τὴν Θρᾴκην καὶ τὴν Μακεδονίαν μεγάλα πέμπεται στρατόπεδα, καὶ τὰ τῆς Εὐρώπης ἅπαντα μέρη ἁθρόα εἰς αὐτὸν μεταβέβληται. πάρεισι γὰρ πρὸς αὐτὸν πρέσβεις οὐ μόνον ἐκ τῶν Ἰταλικῶν ἐθνῶν, ἀλλὰ καὶ παρὰ Καρχηδονίων, συμμαχεῖν ἀξιοῦντες ἐπὶ τὴν τῆς Ῥώμης ἀναίρεσιν.’

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme