Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 5

6 πάντα δ’ ὢν ἀκριβὴς Ὅμηρος καὶ τὸ μικρὸν τοῦτο οὐ παρέλιπε τὸ δεῖν θεραπεύσαντα τὸ σωμάτιον καὶ λουσάμενον ἰέναι πρὸς τὸ δεῖπνον. ἐπὶ γοῦν τοῦ Ὀδυσσέως εἶπε πρὸ τῆς παρὰ Φαίαξι θοίνης· αὐτόδιον δ’ ἄρα μιν ταμίη λούσασθαι ἄνωγεν. ἐπὶ δὲ τῶν περὶ Τηλέμαχον· ἒς ῥ’ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο. ἀπρεπὲς γὰρ ἦν, φησὶν Ἀριστοτέλης, ἥκειν εἰς τὸ συμπόσιον σὺν ἱδρῶτι πολλῷ καὶ κονιορτῷ. δεῖ γὰρ τὸν χαρίεντα μήτε ῥυπᾶν μήτε αὐχμεῖν μήτε βορβόρῳ χαίρειν καθ’ Ἡράκλειτον. δεῖ δὲ καὶ τὸν πρῶτον εἰς ἀλλοτρίαν οἰκίαν ἐρχόμενον ἐπὶ δεῖπνον μὴ γαστρισόμενον εὐθὺς ἐπὶ τὸ συμπόσιον χωρεῖν, ἀλλά τι δοῦναι πρότερον τῷ φιλοθεάμονι καὶ κατανοῆσαν τὴν οἰκίαν. οὐδὲ γὰρ τοῦτο παρέλιπεν ὁ ποιητής· αὐτοὶ δ’ εἰσῆλθον θεῖον δόμον οἱ δὲ ἰδόντες θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος. ὥστε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης δῶμα καθ’ ὑψερεφὲς Μενελάου κυδαλίμοιο. καὶ Ἀριστοφάνης ἐν Σφηξὶ ποιεῖ τὸν ἄγριον γέροντα καὶ φιλοδικαστὴν καταρρυθμιζόμενον εἰς βίον ἥμερον ὑπὸ τοῦ παιδός· παῦ᾽· ἀλλὰ δευρὶ κατακλινεὶς προσμάνθανε ξυμποτικὸς εἶναι καὶ ξυνουσιαστικός. διδάξας τε αὐτὸν ὡς δεῖ κατακλίνεσθαί φησιν ἔπειτ’ ἐπαίνεσόν τι τῶν χαλκωμάτων, ὀροφὴν θέασαι, κρεκάδι’ αὐλῆς θαύμασον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme