Book 5
9
τὸ δ’ ὅλον τὸ πρὸς τὰ τοιαῦτα νενευκὸς τοῖς μνηστῆρσι καὶ τοῖς Φαίαξιν ἔνειμεν, ἀλλ’ οὐχὶ Νέστορι οὐδὲ Μενελάῳ· οὗ ἐν τῇ γαμοποιίᾳ, μὴ συνέντες οἱ περὶ Ἀρίσταρχον ὅτι συνεχοῦς οὔσης τῆς ἑστιάσεως καὶ τῶν ἀκμαίων ἡμερῶν παρεληλυθυιῶν, ἐν αἷς παρείληπτο μὲν ἡ γαμουμένη πρὸς τοῦ νυμφίου, πέρας δ’ εἶχεν ὁ τοῦ Μεγαπένθους γάμος, αὐτοὶ δὲ μονάζοντες διῃτῶντο ὅ τε Μενέλαος καὶ ἡ Ἑλένη, μὴ συνέντες, ἀλλ’ ἐξαπατηθέντες ὑπὸ τοῦ πρώτου ἔπους· τὸν δ’ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν, προσσυνῆψαν τοιούτους τινὰς στίχους· ὣς οἱ μὲν δαίνυντο καθ’ ὑψερεφὲς μέγα δῶμα γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο τερπόμενοι μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς φορμίζων δοιὼ δὲ κυβιστητῆρε κατ’ αὐτοὺς μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους, μετενεγκόντες ἐκ τῆς Ὁπλοποιίας σὺν αὐτῷ γε τῷ περὶ τὴν λέξιν ἁμαρτήματι. οὐ γὰρ ἐξάρχοντες οἱ κυβιστητῆρες, ἀλλ’ ἐξάρχοντος τοῦ ᾠδοῦ πάντως ὠρχοῦντο. τὸ γὰρ ἐξάρχειν τῆς φόρμιγγος ἴδιον. διόπερ ὁ μὲν Ἡσίοδός φησιν ἐν τῇ Ἀσπίδι· θεαὶ δ’ ἐξῆρχον ἀοιδῆς Μοῦσαι Πιερίδες, καὶ ὁ Ἀρχίλοχος· αὐτὸς ἐξάρχων πρὸς αὐλὸν Λέσβιον παιήονα. καλεῖ δὲ Στησίχορος μὲν τὴν Μοῦσαν ἀρχεσίμολπον, Πίνδαρος δ’ ἀγησίχορα τὰ προοίμια· Διόδωρος δ’ ὁ Ἀριστοφάνειος ὅλον τὸν γάμον περιέγραψε τοπάζων πρώτας ἡμέρας εἶναι, καὶ τὸ λῆγον αὐτῶν, ἔτι δὲ καὶ τὸ ἕωλον τῆς συμποσίας οὐκ ἐπιλογιζόμενος. ἔπειτα κελεύει γράφειν δοιὼ δὲ κυβιστητῆρε καθ’ αὑτοὺς ἐν τῷ δασεῖ γράμματι, σολοικίζειν ἀναγκάζων. τὸ μὲν γὰρ κατ’ αὐτοὺς κατὰ σφᾶς ἐστιν αὐτούς, τὸ δὲ λέγειν ἑαυτοὺς σόλοικον.