Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 6

13 ἐκ τούτων πάλιν τῶν λεχθέντων τὰς ἀκάνθας ἀναλεξάμενος Οὐλπιανὸς ‘εἰ ἔχομεν’, ἔφη, ‘δεῖξαι ἀργυροῖς σκεύεσιν ἐν τοῖς δείπνοις χρωμένους τοὺς ἀρχαίους καὶ εἰ ὁ πίναξ Ἑλληνικὸν ὄνομα. Ὁμήρου γὰρ εἰπόντος ἐν Ὀδυσσείᾳ· Od. 16.49 τοῖσιν δ’ αὖ πίνακας κρειῶν παρέθηκε συβώτης, Ἀριστοφάνης ὁ Βυζάντιος (p. 31 N) νεώτερόν φησιν εἶναι τὸ ἐπὶ πινάκων παρατιθέναι τὰ ὄψα, ἀγνοῶν ὅτι κἀν ἄλλοις εἴρηκεν ὁ ποιητής· Od. 1.141 δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας. ζητῶ δὲ καὶ εἰ δούλων πλῆθός τινες ἐκέκτηντο ὥσπερ καὶ οἱ νῦν καὶ εἰ τὸ τήγανον εἴρηται καὶ μὴ μόνως τάγηνον, ἵνα μὴ πάντα πίνωμεν ἢ καὶ ἐσθίωμεν ὥσπερ οἱ διὰ τὴν γαστέρα παράσιτοι ὀνομαζόμενοι ἢ κόλακες.’
14 πρὸς ὃν Αἰμιλιανὸς ἀπεκρίνατο· ‘πίνακα μὲν ἔχεις τὸ σκεῦος ὠνομασμένον καὶ παρὰ Μεταγένει τῷ κωμικῷ ἐν Θουριοπέρσαις· τήγανον δέ, ὦ βέλτιστε, εἴρηκεν ἐν μὲν Λήροις Φερεκράτης οὕτως (I 173 K)· ἀπὸ τηγάνου τ’ ἔφασκεν ἀφύας φαγεῖν. καὶ ἐν Πέρσαις ὁ αὐτός (I 182 K)· ἐπὶ τηγάνοις καθίσανθ’ ὑφάπτειν τοῦ φλέω. Φιλωνίδης δ’ ἐν Κοθόρνοις (I 255 K)· ὑποδέχεσθαι καὶ βατίσι καὶ τηγάνοις, καὶ πάλιν· ὀσφρομένην τῶν τηγάνων. Εὔβουλος δ’ ἐν Ὀρθάννῃ (II 191, 7 K)· ῥιπὶς δ’ ἐγείρει φύλακας Ἡφαίστου κύνας θερμῇ παροξύνουσα τηγάνου πνοῇ. καὶ πάλιν· πᾶσα δ’ εὔμορφος γυνὴ ἐρῶσα φοιτᾷ τηγάνῳ τε συντρυφᾷ. καὶ ἐν Τιτᾶσι (II 203 K)· προσγελῶσά τε λοπὰς παφλάζει βαρβάρῳ λαλήματι· πηδῶσι δ’ ἰχθῦς ἐν μέσοισι τηγάνοις. τοῦ δὲ ῥήματος μέμνηται Φρύνιχος ἐν Τραγῳδοῖς (I 384 K)· ἡδὺ δ’ ἀποτηγανίζειν ἄνευ συμβολῶν. καὶ Φερεκράτης ἐν Μυρμηκανθρώποις φησί (I 181 K)· σὺ δ’ ἀποτηγανίζεις. Ἡγήσανδρος δ’ ὁ Δελφὸς (FHG IV 420) Συρακοσίους φησὶ τὴν μὲν λοπάδα τήγανον καλεῖν, τὸ δὲ τήγανον ξηροτήγανον· διὸ καὶ Θεοδωρίδαν φάναι ἔν τινι ποιηματίῳ· τήγανον εὖ ἥψησεν ἐν ὀψητῆρι κολύμβῳ, τὴν λοπάδα τήγανον προσαγορεύων. χωρὶς δὲ τοῦ τ στοιχείου Ἴωνες ἤγανον λέγουσιν, ὡς Ἀνακρέων (fr. 26 B)· ‘χεῖρά τ’ ἐν ἠγάνῳ βαλεῖν’.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme