Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 6

15 εἰς ἐπίστασιν δέ με ἄγει, καλὲ Οὐλπιανέ, περὶ τῆς τῶν ἀργυρωμάτων χρήσεως τὸ ὑπὸ Ἀλέξιδος ἐν Φυγάδι εἰρημένον ὅπου γάρ ἐστιν ὁ κέραμος μισθώσιμος ὁ τοῖς μαγείροις. μέχρι γὰρ τῶν Μακεδονικῶν χρόνων κεραμέοις σκεύεσιν οἱ δειπνοῦντες διηκονοῦντο, ὥς φησιν ὁ ἐμὸς Ἰόβας. μεταβαλόντων δ’ ἐπὶ τὸ πολυτελέστερον Ῥωμαίων τὴν δίαιταν κατὰ μίμησιν ἐκδιαιτηθεῖσα Κλεοπάτρα ἡ τὴν Αἰγύπτου καταλύσασα βασιλείαν τοὔνομα οὐ δυναμένη ἀλλάξαι ἀργυροῦν καὶ χρυσοῦν ἀπεκάλει κέραμον αὐτὸ κέραμά τ’ ἐπεδίδου τοιαῦτα ἀποφόρητα τοῖς δειπνοῦσι· καὶ τοῦτ’ ἦν τὸ πολυτελέστατον εἴς τε τὸν Ῥωσικὸν εὐανθέστατον ὄντα κέραμον πέντε μνᾶς ἡμερησίας ἀνήλισκεν ἡ Κλεοπάτρα. Πτολεμαῖος δ’ ὁ βασιλεὺς ἐν ὀγδόῳ ὑπομνημάτων περὶ Μασσανάσσου τὸν λόγον ποιούμενος τοῦ Λιβύων βασιλέως φησὶ τάδε· δεῖπνα Ῥωμαικῶς ἦν κατεσκευασμένα, κεράμῳ παντὶ χορηγούμενα ἀργυρῷ· τὰς δὲ τῶν δευτέρων τραπέζας ἐκόσμει τοῖς Ἰταλικοῖς ἐθισμοῖς· τὰ δὲ κανίσκια ἦν ἅπαντα χρυσᾶ, γεγονότα πρὸς τὰ πλεκόμενα ταῖς σχοίνοις· μουσικοῖς δὲ ἐχρῆτο Ἑλληνικοῖς.
16 Ἀριστοφάνης δὲ ὁ κωμῳδιοποιός, ὅν φησιν Ἡλιόδωρος ὁ Ἀθηναῖος ἐν τοῖς περὶ ἀκροπόλεωσ—πεντεκαίδεκα δ’ ἐστὶ ταῦτα βιβλία Ναυκρατίτην εἶναι γένος, ἐν τῷ Πλούτῳ δράματι κατὰ τὴν τοῦ ὁμωνύμου θεοῦ ἐπιφάνειαν τοὺς ἰχθυηρούς φησι πίνακας ἀργυροῦς ἀναφανῆναι καθάπερ καὶ τὰ ἄλλα ἅπαντα, λέγων ὡδί ὀξὶς δὲ πᾶσα καὶ λοπάδιον καὶ χύτρα χαλκῆ γέγονε· τοὺς δὲ πινακίσκους τοὺς σαπροὺς τοὺς ἰχθυηροὺς ἀργυροῦς πάρεσθ’ ὁρᾶν. ὁ δ’ ἰπνὸς γέγον’ ἡμῖν ἐξαπίνης ἐλεφάντινος. Πλάτων δ’ ἐν Πρέσβεσι· κᾆτ’ ἔλαβον Ἐπικράτης τε καὶ Φορμίσιος παρὰ τοῦ βασιλέως πλεῖστα δωροδοκήματα, ὀξύβαφα χρυσᾶ καὶ πινακίσκους ἀργυροῦς. σώφρων δ’ ἐν γυναικείοις μίμοις φησί· τῶν δὲ χαλκωμάτων καὶ τῶν· ἀργυρωμάτων ἐμάρμαιρε ἁ οἰκία.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme