Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 6

18 καὶ Ἀντιφάνης δὲ ἐν Λημνίαις φησί παρετέθη τρίπους πλακοῦντα χρηστόν, ὦ πολυτίμητοι θεοί, ἔχων ἐν ἀργυρῷ τε τρυβλίῳ μέλι. καὶ Σώπατρος δ’ ὁ παρῳδὸς ἐν ᾽Ὀρέστῃ· σαπρὸν σίλουρον ἀργυροῦς πίναξ ἔχων. ἐν δὲ τῷ ἐπιγραφομένῳ δράματι Φακῇ φησιν ἀλλ’ ἀμφὶ δείπνοις ὀξίδ’ ἀργυρᾶν ἔχει δρακοντομίμοις ἠρμένην τορεύμασιν, οἵαν ποτ’ ἔσχε καὶ Θίβρων ὁ Ταντάλου μαλακὸν ταλάντοις ἐκταλαντωθεὶς ἀνήρ. Θεόπομπος δ’ ὁ Χῖος ἐν ταῖς πρὸς Ἀλέξανδρον συμβουλαῖς περὶ Θεοκρίτου τοῦ πολίτου τὸν λόγον ποιούμενός φησιν ἐξ ἀργυρωμάτων δὲ καὶ χρυσῶν πίνει καὶ τοῖς σκεύεσιν χρῆται τοῖς ἐπὶ τῆς τραπέζης ἑτέροις τοιούτοις, ὁ πρότερον οὐχ ὅπως ἐξ ἀργυρωμάτων ἔχων πίνειν ἀλλ’ οὐδὲ χαλκῶν, ἀλλ’ ἐκ κεραμέων καὶ τούτων ἐνίοτε κολοβῶν. Δίφιλος δ’ ἐν Ζωγράφῳ· ἄριστον ἐπεχόρευσεν ἐκλελεγμένον, εἴ τι νέον ἢ ποθεινὸν ὀστρέων γένη παντοδαπά, λοπάδων παρατεταγμένη φάλαγξ, ὀπτῶν ἐπῇττε σωρὸς ἀπὸ τοῦ τηγάνου, τριμμάτια τούτοις ἐν θυΐαις ἀργυραῖς. Φιλήμων Ἰατρῷ· καὶ γυλιὸν τιν’ ἀργυρωμάτων. Μένανδρος Ἑαυτὸν τιμωρουμένῳ λουτρόν, θεραπαίνας, ἀργυρώματα. καὶ ἐν Ὑμνίδι· ἀλλὰ τἀργυρώματα ἥκω λαβεῖν βουλόμενος. Λυσίας δ’ ἐν τῷ περὶ τοῦ χρυσοῦ τρίποδος, εἰ γνήσιος ὁ λόγος· ἀργυρώματά τε ἢ χρυσώματα ἔτι ἦν διδόναι. οἱ δ’ ἑλληνίζοντες λέγειν δεῖν φασιν ἀργυροῦν κόσμον καὶ χρυσοῦν κόσμον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme