Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 6

24 Λακεδαιμόνιοι δ’ ὑπὸ τῶν ἐθῶν κωλυόμενοι εἰσφέρειν εἰς τὴν Σπάρτην, ὡς ὁ αὐτὸς ἱστορεῖ Ποσειδώνιος (l. s.), καὶ κτᾶσθαι ἄργυρον καὶ χρυσὸν ἐκτῶντο μὲν οὐδὲν ἧττον, παρακατετίθεντο δὲ τοῖς ὁμόροις Ἀρκάσιν· εἶτα πολεμίους αὐτοὺς ἔσχον ἀντὶ φίλων, ὅπως ἀνυπεύθυνον τὸ ἄπιστον διὰ τὴν ἔχθραν γένηται. τῷ μὲν οὖν ἐν Δελφοῖς Ἀπόλλωνι τὸν πρότερον ἐν τῇ Λακεδαίμονι χρυσὸν καὶ ἄργυρον ἱστοροῦσιν ἀνατεθῆναι, δημοσίᾳ δὲ εἰς τὴν πόλιν Λύσανδρον εἰσαγαγόντα πολλῶν κακῶν αἴτιον γενέσθαι. Γύλιππον γοῦν τὸν Συρακοσίους ἐλευθερώσαντα ἀποθανεῖν ἀποκαρτερήσαντα λόγος, καταγνωσθέντα ὑπὸ τῶν ἐφόρων ὡς νοσφισάμενον ἐκ τοῦ Λυσανδρείου χρήματος. τοῦ δὲ ἀνατιθεμένου θεῷ καὶ συγχωρουμένου δήμου καθάπερ κοσμήματος καὶ κτήματος οὐ ῥᾴδιον ἦν τὸν θνητὸν ὀλίγωρον γενέσθαι.
25 τῶν δὲ Γαλατῶν οἱ Σκορδίσται καλούμενοι χρυσὸν μὲν οὐκ εἰσάγουσιν εἰς τὴν αὑτῶν χώραν, λῃζόμενοι δὲ τὴν ἀλλοτρίαν καὶ ἀδικοῦντες τὸν ἄργυρον οὐ παραλείπουσι. τὸ δ’ ἔθνος αὐτῶν ἐστι μὲν λείψανον τῶν μετὰ Βρέννου στρατευσαμένων ἐπὶ τὸ Δελφικὸν μαντεῖον Γαλατῶν, Βαθάναττος δέ τις ἡγεμὼν αὐτοὺς διῴκισεν ἐπὶ τοὺς περὶ τὸν Ἴστρον τόπους .... ἀφ’ ἧς καὶ τὴν ὁδὸν δι’ ἧς ἐνόστησαν Βαθαναττίαν καλοῦσι καὶ τοὺς ἀπογόνους τοὺς ἐκείνου Βαθανάττους ἔτι καὶ νῦν προσαγορεύουσιν. ἀφωσιώκασι δὲ οὗτοι τὸν χρυσὸν καὶ οὐκ εἰσφέρουσιν εἰς τὰς πατρίδας, δι’ ὃν πολλὰ καὶ δεινὰ ἔπαθον· ἀργύρῳ δὲ χρῶνται καὶ τούτου χάριν πολλὰ καὶ δεινὰ ποιοῦσιν. καίτοι γε ἐχρῆν οὐχὶ τὸ γένος τοῦ συληθέντος, ἀλλὰ τὴν ἱεροσυλήσασαν ἀσέβειαν ἐξορίσαι· εἰ δὲ μηδὲ τὸν ἄργυρον εἰσέφερον εἰς τὴν χώραν, ἢ περὶ τὸν χαλκὸν ἂν καὶ σίδηρον ἐπλημμέλουν ἢ εἰ μηδὲ ταῦτ᾽ ἦν παρ’ αὐτοῖς, περὶ τῶν βρωτῶν καὶ ποτῶν καὶ τῶν ἄλλων ἀναγκαίων ὁπλομανοῦντες ἂν διετέλουν.’

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme