Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 6

28 τὸν δὲ νῦν λεγόμενον παράσιτον Καρύστιος ὁ Περγαμηνὸς ἐν τῷ περὶ διδασκαλιῶν εὑρεθῆναί φησιν ὑπὸ πρώτου Ἀλέξιδος, ἐκλαθόμενος ὅτι Ἐπίχαρμος ἐν Ἐλπίδι ἢ Πλούτῳ παρὰ πότον αὐτὸν εἰσήγαγεν οὑτωσὶ λέγων ἀλλ’ ἄλλος ἔστειχ’ ὧδε τοῦδε κατὰ πόδας, τὸν ῥᾳδίως λαψῇ τὺ κὰτ τὸ νῦν γά θην εὔωνον ἀείσιτον. ἀλλ’ ἔμπας ὅδε ἄμυστιν ὥσπερ κύλικα πίνει τὸν βίον. καὶ αὐτὸν ποιεῖ τὸν παράσιτον λέγοντα τοιάδε πρὸς τὸν πυνθανόμενον συνδειπνέων τῷ λῶντι, καλέσαι δεῖ μόνον, καὶ τῷ γα μὴ λεῶντι, κοὐδὲν δεῖ καλεῖν τηνεὶ δὲ χαρίης τ’ εἰμὶ καὶ ποιέω πολὺν γέλωτα καὶ τὸν ἱστιῶντ’ ἐπαινέω. καἴ κά τις ἀντίον τι λῇ τήνῳ λέγειν, τήνῳ κυδάζομαί τε κἀπ’ ὦν ἠχθόμαν. κἤπειτα πολλὰ καταφαγών, πόλλ’ ἐμπιὼν ἄπειμι· λύχνον δ’ οὐχ ὁ παῖς μοι συμφέρει· ἕρπω δ’ ὀλισθράζων τε καὶ κατὰ σκότος ἔρημος· αἴ κα δ’ ἐντύχω τοῖς περιπόλοις, τοῦθ’ οἷον ἀγαθὸν ἐπιλέγω τοῖς θεοῖς ὅτι οὐ λῶντι πλεῖον, ἀλλὰ μαστιγῶντί με. ἐπεὶ δὲ χ’ εἵκω οἴκαδις καταφθαρείς, ἄστρωτος εὕδω, καὶ τὰ μὲν πρᾶτ’ οὐ κοῶ, ἇς κά μ’ ἔχων ὥκρατος ἀμφέπῃ φρένας.
29 καὶ ἄλλα δὲ τοιαῦτα ἐπιλέγει ὁ τοῦ Ἐπιχάρμου παράσιτος, ὁ δὲ παρὰ τῷ Διφίλῳ τάδε φησίν ὅταν με καλέσῃ πλούσιος δεῖπνον ποιῶν, οὐ κατανοῶ τὰ τρίγλυφ’ οὐδὲ τὰς στέγας, οὐδὲ δοκιμάζω τοὺς Κορινθίους κάδους, ἀτενὲς δὲ τηρῶ τοῦ μαγείρου τὸν καπνόν. κἂν μὲν σφοδρὸς φερόμενος εἰς ὀρθὸν τρέχῃ, γέγηθα καὶ χαίρω τε καὶ πτερύττομαι· ἂν δὲ πλάγιος καὶ λεπτός, εὐθέως νοῶ ὅτι τοῦτό μοι τὸ δεῖπνον ἀλλ’ οὐδ’ αἷμ’ ἔχει. πρῶτος δ’ Ὅμηρος, ὥς τινές φασιν, εἰσήγαγε παράσιτον, τὸν Ποδῆν εἶναι λέγων φίλον εἰλαπιναστὴν τοῦ Ἕκτορος· ἦν δέ τις ἐν Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος, ἀφνειὸς τ’ ἀγαθός τε· μάλιστα δέ μιν τίεν Ἕκτωρ δήμου, ἐπεὶ οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής. τὸν γὰρ ἐν εἰλαπίνῃ φίλον εἴρηκεν τὸν ἐν τῷ δειπνεῖν. διὸ καὶ ποιεῖ αὐτὸν ὑπὸ Μενελάου τιτρωσκόμενον κατὰ τὴν γαστέρα· φησὶν δ’ ὁ Σκήψιος Δημήτριος ὡς καὶ Πάνδαρον διὰ τὸ ἐπιωρκηκέναι κατὰ τῆς γλώττης. τιτρώσκει δ’ αὐτὸν Σπαρτιάτης ἄνθρωπος τὴν αὐτάρκειαν ἐζηλωκώς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme