Book 6
38
παράσιτοι δ’ ἐπ’ ὀνόματος ἐγένοντο Τιθύμαλλος μέν, οὗ μνημονεύει Ἄλεξις ἐν Μιλησίᾳ καὶ ἐν Ὀδυσσεῖ ὑφαίνοντι· ἐν δὲ Ὀλυνθίοις φησίν ὁ δὲ σὸς πένης ἔστ᾽, ὦ γλυκεῖα· τοῦτο δὲ δέδοιχ’ ὁ θάνατος τὸ γένος, ὥς φασιν, μόνον ὁ γοῦν Τιθύμαλλος ἀθάνατος περιέρχεται. δρόμων δ’ ἐν Ψαλτρίᾳ· ὑπερῃσχυνόμην μέλλων ἀσύμβολος πάλιν δειπνεῖν πάνυ αἰσχρὸν γάρ. β. ἀμέλει· τὸν Τιθύμαλλον γοῦν ἀεὶ ἐρυθρότερον κόκκου περιπατοῦντ’ ἔσθ’ ὁρᾶν οὕτως ἐρυθριᾷ συμβολὰς οὐ κατατιθείς. Τιμοκλῆς Κενταύρῳ ἢ Δεξαμενῷ· τιθύμαλλον αὐτὸν καὶ παράσιτον ἀποκαλῶν. ἐν δὲ Καυνίοις· ἤδη προσενήνεκται; τί μέλλεις; σπεῦδε δή, ὦ τάν. ὁ γὰρ Τιθύμαλλος οὕτως ἀνεβίω κομιδῇ τεθνηκώς, τῶν ἀν’ ὀκτὼ τοὐβολοῦ θέρμους μαλάξας. οὐκ ἀπεκαρτέρησε γὰρ ἐκεῖνος, ἀλλ’ ἐκαρτέρησ᾽, ὦ φίλτατε, πεινῶν. ἐν δ’ Ἐπιστολαῖς· οἴμοι κακοδαίμων, ὡς ἐρῶ· μὰ τοὺς θεούς, Τιθύμαλλος οὐδεπώποτ’ ἠράσθη φαγεῖν οὕτω σφόδρ’ οὐδὲ Κόρμος ἱμάτιον λαβεῖν, οὐ Νεῖλος ἄλφιτ᾽, οὐ Κόρυδος ἀσύμβολος κινεῖν ὀδόντας. Ἀντιφάνης Τυρρηνῷ· ἀρετὴ τὸ προῖκα τοῖς φίλοις ὑπηρετεῖν. β. λέγεις ἔσεσθαι τὸν Τιθύμαλλον πλούσιον. εἰ πράξεται γὰρ μισθὸν ἐκ τοῦ σοῦ λόγου παρ’ οἷσι δειπνεῖ προῖκα, συλλέξει συχνήν.