Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 6

3 καὶ ἡμεῖς οὖν, ὦ Τιμόκρατες, ἀποδίδομέν σοι τὰ τῶν δειπνοσοφιστῶν λείψανα καὶ οὐ δίδομεν, ὡς ὁ Κοθωκίδης φησὶ ῥήτωρ (3, 83) Δημοσθένην χλευάζων, ὃς Φιλίππου Ἀθηναίοις Ἁλόννησον διδόντος συνεβούλευε μὴ λαμβάνειν, εἰ δίδωσιν ἀλλὰ μὴ ἀποδίδωσιν. ὅπερ Ἀντιφάνης ἐν Νεοττίδι (II 80 K) παιδιὰν θέμενος ἐρεσχηλεῖ τόνδε τὸν τρόπον· ὁ δεσπότης δὲ πάντα τὰ παρὰ τοῦ πατρὸς ἀπέλαβεν ὥσπερ ἔλαβεν. Β. ἠγάπησεν ἂν τὸ ῥῆμα τοῦτο παραλαβὼν Δημοσθένης. Ἄλεξις δὲ ἐν Στρατιώτῃ (II 373 K)· ἀπόλαβε τουτί. Β. τί τοῦτο δ’ ἐστίν; Α. ὃ παρ’ ὑμῶν ἐγὼ παιδάριον ἔλαβον ἀποφέρων ἥκω πάλιν. Β. πῶς; οὐκ ἀρέσκει σοι τρέφειν; Α. οὐκ ἔστι γὰρ ἡμέτερον. Β. οὐδ’ ἡμέτερον. Α. ἀλλ’ ἐδώκατε ὑμεῖς ἐμοὶ τοῦτ᾽. Β. οὐδ’ ἐδώκαμεν. Α. τί δαί; Β. ἀπεδώκαμεν. Α. τὸ μὴ προσῆκόν μοι λαβεῖν; καὶ ἐν Ἀδελφοῖς (II 299 K)· ἐγὼ δέδωκα γὰρ τί ταύταις; εἰπέ μοι. Β. οὐκ, ἀλλ’ ἀπέδωκας ἐνέχυρον δήπου λαβών. Ἀναξίλας δὲ ἐν Εὐανδρίᾳ (II 265 K)· καὶ τὰς παλαίστρας δώσω. Β. μὰ τὴν γῆν, μὴ σύ γε δῷς, ἀλλ’ ἀπόδος. Α. καὶ δὴ φέρουσ’ ἐξέρχομαι. Τιμοκλῆς δ’ ἐν Ἥρωσιν (II 457 K)· οὐκοῦν κελεύεις νῦν με πάντα μᾶλλον ἢ τὰ προσόντα φράζειν. Β. πάνυγε. Α. δράσω τοῦτό σοι. καὶ πρῶτα μέν σοι παύσεται Δημοσθένης ὀργιζόμενος. Β. ὁ ποῖος ὁ Βριάρεως; Α. ὁ τοὺς καταπέλτας τάς τε λόγχας ἐσθίων, μισῶν λόγους ἄνθρωπος οὐδὲ πώποτε ἀντίθετον εἰπὼν οὐδέν, ἀλλ’ Ἄρη βλέπων. κατὰ τοὺς οὖν προειρημένους ποιητὰς καὶ αὐτοὶ τὰ ἑπόμενα τοῖς προειρημένοις ἀποδιδόντες καὶ οὐ διδόντες τὰ ἀκόλουθα λέξομεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme