Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 6

45 Ἄλεξις δ’ ἐν Πυραύνῳ Στράτιον τὸν παράσιτον εἰσάγει δυσχεραίνοντα τῷ τρέφοντι καὶ λέγοντα τάδε· ἐμοὶ παρασιτεῖν κρεῖττον ἦν τῷ Πηγάσῳ, ἢ τοῖς Βορεάδαις ἢ εἴ τι θᾶττον ἔτι τρέχει, ἢ Δημέᾳ Λάχητος Ἐτεοβουτάδῃ. πέτεται γάρ, οὐχ οἷον βαδίζει τὰς ὁδούς. καὶ μετ’ ὀλίγα· Στράτιε, φιλεῖς δήπου με. ς. μᾶλλον τοῦ πατρός· ὁ μὲν γὰρ οὐ τρέφει με, σὺ δὲ λαμπρῶς τρέφεις. α. εὔχῃ τ’ ἀεί με ζῆν; ς. ἅπασι τοῖς θεοῖς ἂν γὰρ πάθῃς τι, πῶς ἐγὼ βιώσομαι; Ἀξιόνικος δ’ ὁ κωμικὸς ἐν τῷ Τυρρηνῷ Γρυλλίωνος τοῦ παρασίτου ἐν τούτοις μνημονεύει· οἶνος οὐκ ἔνεστιν. β. αἰτεῖσθ’ ἑταίρους πρόφασιν ἐπὶ κῶμον τινα, ὅπερ ποιεῖν εἴωθε Γρυλλίων ἀεί. Ἀριστόδημος δ’ ἐν β’ γελοίων ἀπομνημονευμάτων παρασίτους ἀναγράφει Ἀντιόχου μὲν τοῦ βασιλέως Σώστρατον, Δημητρίου δὲ τοῦ πολιορκητοῦ Εὐαγόραν τὸν κυρτόν, Σελεύκου δὲ Φορμίωνα. Λυγκεὺς δ’ ὁ Σάμιος ἐν τοῖς ἀποφθέγμασι Σιλανός, φησίν, ὁ Ἀθηναῖος Γρυλλίωνος παρασιτοῦντος Μενάνδρῳ τῷ σατράπῃ, εὐπαρύφου δὲ καὶ μετὰ θεραπείας περιπατοῦντος ἐρωτηθεὶς τίς ἐστιν οὗτος ι Μενάνδρου ἔφησεν, ᾽ ἀξία γνάθος Χαιρεφῶν δέ, φησίν· ὁ παράσιτος εἰς γάμον ἄκλητος εἰσελθὼν καὶ κατακλιθεὶς ἔσχατος καὶ τῶν γυναικονόμων ἀριθμούντων τοὺς κεκλημένους καὶ κελευόντων αὐτὸν ἀποτρέχειν ὡς παρὰ τὸν νόμον ἐπὶ τοῖς τριάκοντα ἐπόντος, ʽ ἀριθμεῖτε δή, ᾽ ἔφη, ᾽ πάλιν ἀπ’ ἐμοῦ ἀρξάμενοι.᾽

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme