Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 6

48 Φιλόξενος δὲ ὁ παράσιτος, Πτερνοκοπας δ’ ἐπίκλην, παρὰ Πύθωνι ἀριστῶν παρακειμένων ἐλαῶν καὶ μετὰ μικρὸν προσενεχθείσης λοπάδος ἰχθύων πατάξας τὸ τρύβλιον ἔφη μάστιξεν δ’ ἐλάαν. ἐν δείπνῳ δὲ τοῦ καλέσαντος αὐτὸν μέλανας ἄρτους παρατιθέντος μὴ πολλούς, εἶπε, παρατίθει, μὴ σκότος ποιήσῃς. τὸν δ’ ὑπὸ τῆς γραὸς τρεφόμενον παράσιτον Παυσίμαχος ἔλεγεν τοὐναντίον πάσχειν τῇ γραίᾳ συνόντα αὐτὸν γὰρ ἐν γαστρὶ λαμβάνειν ἀεί. περὶ τούτου καὶ Μάχων γράφει οὕτως τὸν ὑδροπότην δὲ Μοσχίωνα λεγόμενον ἰδόντα φασὶν ἐν Λυκείῳ μετά τινων παράσιτον ὑπὸ γραὸς τρεφόμενον πλουσίας ὁ δεῖνα, παράδοξόν γε ποιεῖς πρᾶγμ᾽, ὅτι ἡ γραῦς ποιεῖ σ’ ἐν γαστρὶ λαμβάνειν ἀεί. ὁ δὲ αὐτὸς παράσιτον ἀκούσας ὑπὸ γραίας τρεφόμενον συγγινόμενόν τε αὐτῇ ἑκάστης ἡμέρας· νῦν πάντα, φασί, γίνεθ᾽, ἡ μὲν οὐ κύει, ἐν γαστρὶ δ’ οὗτος λαμβάνει καθ’ ἡμέραν. Πτολεμαῖος δ’ ὁ τοῦ Ἀγησάρχου Μεγαλοπολίτης γένος ἐν τῇ δευτέρᾳ τῶν περὶ τὸν Φιλοπάτορα ἱστοριῶν συμπότας φησὶ τῷ βασιλεῖ συνάγεσθαι ἐξ ἁπάσης τῆς πόλεως, οὓς προσαγορεύεσθαι γελοιαστάς.
49 Ποσειδώνιος δ’ ὁ Ἀπαμεὺς ἐν τῇ κ’ καὶ τρίτῃ τῶν ἱστοριῶν Κελτοί, φησί, περιάγονται μεθ’ αὑτῶν καὶ πολεμοῦντες συμβιωτάς, οὓς καλοῦσι παρασίτους, οὗτοι δὲ ἐγκώμια αὐτῶν καὶ πρὸς ἁθρόους λέγουσιν ἀνθρώπους συνεστῶτας καὶ πρὸς ἕκαστον τῶν κατὰ μέρος ἐκείνων ἀκροωμένων. τὰ δὲ ἀκούσματα αὐτῶν εἰσιν οἱ καλούμενοι βάρδοι· ποιηταὶ δὲ οὗτοι τυγχάνουσι μετ’ ᾠδῆς ἐπαίνους λέγοντες. ἐν δὲ τῇ τετάρτῃ καὶ τριακοστῇ ὁ αὐτὸς συγγραφεὺς Ἀπολλώνιόν τινα ἀναγράφει παράσιτον γεγονότα Ἀντιόχου τοῦ Γρυποῦ ἐπικαλουμένου τοῦ τῆς Συρίας βασιλέως. Ἀριστόδημος δ’ ἱστορεῖ Βῖθυν τὸν Λυσιμάχου τοῦ βασιλέως παράσιτον, ἐπεὶ αὐτοῦ εἰς τὸ ἱμάτιον ὁ Λυσίμαχος ἐνέβαλε ξύλινον σκορπίον, ἐκταραχθέντα ἀναπηδῆσαι, εἶτα γνόντα τὸ γεγενημένον κἀγὼ σέ, φησίν, ἐκφοβήσω, βασιλεῦ· δός μοι τάλαντον. ἦν δ’ ὁ Λυσίμαχος μικρολογώτατος. Ἀγαθαρχίδης δ’ ὁ Κνίδιος ἐν τῇ β’ καὶ εἰκοστῇ τῶν Εὐρωπιακῶν Ἀριστομάχου τοῦ τοῦ Ἀργείων τυράννου παράσιτον γενέσθαι φησὶν Ἀνθεμόκριτον τὸν παγκρατιαστήν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme