Book 6
50
κοινῇ δὲ περὶ παρασίτων εἰρήκασι Τιμοκλῆς μὲν ἐν Πύκτῃ, ἐπισιτίους καλῶν αὐτοὺς ἐν τοῖσδε· εὑρήσεις δὲ τῶν ἐπισιτίων τούτων τιν’ οἳ δειπνοῦσιν ἐσφυδωμένοι τἀλλότρι᾽, ἑαυτοὺς ἀντὶ κωρύκων λέπειν παρέχοντες ἀθληταῖσιν. Φερεκράτης Γραυσί· σὺ δ’ οὐδὲ θᾶσσον, Σμικυθίων, ἐπισιτιεῖ; β. τίς δ’ οὗτος ὑμῖν ἐστι; α. τοῦτον πανταχοῦ ἄγω λαρυγγικὸν τιν’ ἐπὶ μισθῷ ξένον. ἐπισίτιοι γὰρ καλοῦνται οἱ ἐπὶ τροφαῖς ὑπουργοῦντες. Πλάτων ἐν τετάρτῳ Πολιτείας· καὶ ταῦτα ἐπισίτιοι καὶ οὐδὲ μισθὸν πρὸς τοῖς σιτίοις ὥσπερ οἱ ἄλλοι λαβόντες. Ἀριστοφάνης Πελαργοῖς· ἢν γὰρ ἕν’ ἄνδρ’ ἄδικον σὺ διώκῃς, ἀντιμαρτυροῦσι δώδεκα τοῖς ἑτέροις ἐπισίτιοι. Εὔβουλος δ’ ἐν Δαιδάλῳ· ἐθέλει δ’ ἄνευ μισθοῦ παρ’ αὐτοῖς καταμένειν ἐπισίτιος.
51
Δίφιλος δ’ ἐν Συνωρίδι ἑταίρας δ’ ὄνομα ἡ Συνωρὶς Εὐριπίδου μνησθεὶς κύβος δέ τις οὕτως καλεῖται Εὐριπίδης παίζων καὶ πρὸς τὸ τοῦ ποιητοῦ ὄνομα ἅμα καὶ περὶ παρασίτων, τάδε λέγει· ἄριστ’ ἀπαλλάττεις ἐπὶ τούτου τοῦ κύβου. β. ἀστεῖος εἶ. δραχμὴν ὑπόθες. α. κεῖται πάλαι. β. πῶς ἂν βάλοιμ’ Εὐριπίδην; α. οὐκ ἄν ποτε Εὐριπίδης γυναῖκα σώσει᾽. οὐχ ὁρᾷς ἐν ταῖς τραγῳδίαισιν αὐτὰς ὡς στυγεῖ; τοὺς δὲ παρασίτους ἠγάπα. λέγει γέ τοι ἀνὴρ γὰρ ὅστις εὖ βίον κεκτημένος μὴ τοὐλάχιστον τρεῖς ἀσυμβόλους τρέφει, ὄλοιτο, νόστου μὴ ποτ’ εἰς πάτραν τυχών. β. πόθεν ἐστὶ ταῦτα, πρὸς θεῶν; α. τί δέ σοι μέλει; οὐ γὰρ τὸ δρᾶμα, τὸν δὲ νοῦν σκοπούμεθα. ἐν δὲ τῇ διασκευῇ τοῦ αὐτοῦ δράματος περὶ ὀργιζομένου παρασίτου λέγων φησίν ὀργίζεται; παράσιτος ὢν ὀργίζεται; β. οὐχ ἀλλ’ ἀλείψας τὴν τράπεζαν τῇ χολῇ ὥσπερ τὰ παιδί’ αὑτὸν ἀπογαλακτιεῖ. καὶ ἑξῆς· τότε φάγοις, παράσιθ᾽. β. ὅρα ὡς διασέσυρκε τὴν τέχνην. οὐκ οἶσθ’ ὅτι μετὰ τὸν κιθαρῳδὸν ὁ παράσιτος κρίνεται; κἀν τῷ δὲ ἐπιγραφομένῳ Παρασίτῳ δράματί φησιν οὐ δεῖ παρασιτεῖν ὄντα δυσάρεστον σφόδρα.