Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 6

55 Φίλιππον δέ φησι Θεόπομπος ἐν τῇ τετάρτῃ καὶ τεσσαρακοστῇ τῶν ἱστοριῶν Θρασυδαῖον τὸν Θεσσαλὸν καταστῆσαι τῶν ὁμοεθνῶν τύραννον, μικρὸν μὲν ὄντα τὴν γνώμην, κόλακα δὲ μέγιστον. ἀλλ’ οὐκ Ἀρκαδίων ὁ Ἀχαιὸς κόλαξ ἦν περὶ οὗ ὁ αὐτὸς ἱστορεῖ Θεόπομπος καὶ Δοῦρις ἐν πέμπτῃ Μακεδονικῶν οὗτος δὲ ὁ Ἀρκαδίων μισῶν τὸν Φίλιππον ἑκούσιον ἐκ τῆς πατρίδος φυγὴν ἔφυγεν. ἦν δὲ εὐφυέστατος καὶ πλείους ἀποφάσεις αὐτοῦ μνημονεύονται, ἔτυχεν δ’ οὖν ποτε ἐν Δελφοῖς ἐπιδημοῦντος Φιλίππου παρεῖναι καὶ τὸν Ἀρκαδίωνα· ὃν θεασάμενος ὁ Μακεδὼν καὶ προσκαλεσάμενος μέχρι τίνος φεύξῃ, φησίν, Ἀρκαδίων; καὶ ὅς· ἒς τ’ ἂν τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι Φίλιππον. Φύλαρχος δ’ ἐν τῇ πρώτῃ καὶ εἰκοστῇ τῶν ἱστοριῶν γελάσαντα τὸν Φίλιππον ἐπὶ τούτῳ καλέσαι τε ἐπὶ δεῖπνον τὸν Ἀρκαδίωνα καὶ οὕτω τὴν ἔχθραν διαλύσασθαι. περὶ δὲ Νικησίου τοῦ Ἀλεξάνδρου κόλακος Ἡγήσανδρος τάδ’ ἱστορεῖ· Ἀλεξάνδρου δάκνεσθαι φήσαντος ὑπὸ μυιῶν καὶ προθύμως αὐτὰς ἀποσοβοῦντος τῶν κολάκων τις Νικησίας παρὼν ἦ που τῶν ἄλλων μυιῶν, εἶπεν, αὗται πολὺ κρατήσουσι τοῦ σοῦ γευσάμεναι αἵματος, ὁ δ’ αὐτός φησι καὶ Χειρίσοφον τὸν Διονυσίου κόλακα ἰδόντα Διονύσιον γελῶντα μετά τινων γνωρίμων (ἀπεῖχεν δ’ ἀπ’ αὐτῶν πλείω τόπον, ὡς μὴ συνακούειν) συγγελᾶν. ἐπεὶ δ’ ὁ Διονύσιος ἠρώτησεν αὐτὸν διὰ τίνα αἰτίαν οὐ συνακούων τῶν λεγομένων γελᾷ, ὑμῖν, φησί, πιστεύω διότι τὸ ῥηθὲν γέλοιόν ἐστιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme