Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 6

59 Εὔφαντος δ’ ἐν τετάρτῃ ἱστοριῶν Πτολεμαίου φησὶ τοῦ τρίτου βασιλεύσαντος Αἰγύπτου κόλακα γενέσθαι Καλλικράτην, ὃς οὕτω δεινὸς ἦν ὡς μὴ μόνον Ὀδυσσέως εἰκόνα ἐν τῇ σφραγῖδι περιφέρειν, ἀλλὰ καὶ τοῖς τέκνοις ὀνόματα θέσθαι Τηλέγονον καὶ Ἀντίκλειαν. Πολύβιος δ’ ἐν τῇ τρισκαιδεκάτῃ τῶν ἱστοριῶν Φιλίππου τοῦ καταλυθέντος ὑπὸ Ῥωμαίων κόλακα γενέσθαι ʽ Ἡρακλείδην τὸν Ταραντῖνον τὸν καὶ τὴν βασιλείαν αὐτοῦ πᾶσαν ἀνατρέψαντα· ἐν δὲ τῇ τεσσαρεσκαιδεκάτῃ Ἀγαθοκλέους τοῦ Οἰνάνθης υἱοῦ, ἑταίρου δὲ τοῦ Φιλοπάτορος βασιλέως Φίλωνα. Ἱερωνύμου δὲ τοῦ Συρακοσίων τυράννου Θράσωνα τὸν Κάρχαρον ἐπικαλούμενον Βάτων ὁ Σινωπεὺς ἱστορεῖ ἐν τῷ περὶ τῆς τοῦ Ἱερωνύμου τυραννίδος, προσφέρεσθαι φάσκων αὐτὸν ἑκάστοτε πολὺν ἄκρατον. τοῦτον δ’ ἐποίησεν ἀναιρεθῆναι ὑπὸ τοῦ Ἱερωνύμου ἕτερος κόλαξ Σῶσις ὄνομα· καὶ αὐτὸν δὲ τὸν Ἱερώνυμον ἀνέπεισεν διάδημά τε ἀναλαβεῖν καὶ τὴν πορφύραν καὶ τὴν ἄλλην πᾶσαν διασκευὴν ἣν ἐφόρει Διονύσιος ὁ τύραννος. Ἀγαθαρχίδης δ’ ἐν τῇ τριακοστῇ τῶν ἱστοριῶν Αἱρήσιππος, φησίν, ὁ Σπαρτιάτης, ἄνθρωπος οὐ μετρίως φαῦλος οὐδὲ δοκῶν χρηστὸς εἶναι, πιθανὸν δ’ ἔχων ἐν κολακείᾳ λόγον καὶ θεραπεῦσαι τοὺς εὐπόρους μέχρι τῆς τύχης δεινός. τοιοῦτος ἦν καὶ Ἡρακλείδης ὁ Μαρωνείτης ὁ Σεύθου τοῦ Θρᾳκῶν βασιλέως κόλαξ, οὗ μνημονεύει Ξενοφῶν ἐν ζ’ Ἀναβάσεως.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme