Book 6
61
Λικιννίου δὲ Κράσσου τοῦ ἐπὶ Πάρθους στρατεύσαντος κόλακά φησι γενέσθαι Νικόλαος ἐν τῇ τεσσαρεσκαιδεκάτῃ πρὸς ταῖς ἑκατὸν (FHG III 418) Ἀνδρόμαχον τὸν Καρρηνόν, ᾧ τὸν Κράσσον πάντα ἀνακοινούμενον προδοθῆναι Πάρθοις ὑπ᾽ αὐτοῦ καὶ ἀπολέσθαι. οὐκ ἀτιμώρητος δ’ ὑπὸ τοῦ δαιμονίου παρείθη ὁ Ἀνδρόμαχος. μισθὸν γὰρ λαβὼν τῆς πράξεως τὸ τυραννεῖν Καρρῶν τῆς πατρίδος διὰ τὴν ὠμότητα καὶ βίαν ὑπὸ τῶν Καρρηνῶν πανοικίᾳ ἐνεπρήσθη. Ποσειδώνιος δ’ ὁ Ἀπαμεύς, ὕστερον δὲ Ῥόδιος χρηματίσας, ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν (FHG III 254) Ἱέρακά φησι τὸν Ἀντιοχέα πρότερον λυσιῳδοῖς ὑπαυλοῦντα ὕστερον γενέσθαι κόλακα δεινὸν Πτολεμαίου τοῦ ἑβδόμου βασιλέως τοῦ καὶ Εὐεργέτου ἐπικληθέντος καὶ τὰ μέγιστα δυνηθέντα παρ’ αὐτῷ, καθάπερ καὶ παρὰ τῷ Φιλομήτορι, ὕστερον ὑπ’ αὐτοῦ διαφθαρῆναι. Μιθριδάτου δ’ ἀναγράφει κόλακα Σωσίπατρον ἄνθρωπον γόητα Νικόλαος ὁ περιπατητικός (FHG III 415). Θεόπομπος δ’ ἐν τῇ ἐνάτῃ τῶν Ἑλληνικῶν (FHG I 280) Σισύφου φησὶ τοῦ Φαρσαλίου κόλακα καὶ ὑπηρέτην γενέσθαι Ἀθήναιον τὸν Ἐρετριέα.