Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 6

71 οὐ Λεύκων τοιοῦτος ἦν ὁ Ποντικὸς τύραννος, ὃς ἐπεὶ συχνοὺς τῶν φίλων ᾔσθετο σεσυλημένους ὑπὸ τῶν περὶ αὑτὸν τινος κολάκων, συνιδὼν τὸν ἄνθρωπον διαβάλλοντά τινα τῶν λοιπῶν φίλων ἀπέκτεινα ἄν, εἶπέν, σε νὴ τοὺς θεούς, εἰ μὴ πονηρῶν ἀνδρῶν ἡ τυραννὶς ἐδεῖτο. Ἀντιφάνης δ’ ὁ κωμῳδιοποιὸς ἐν Στρατιώτῃ τὰ ὅμοια λέγει περὶ τῆς τῶν ἐν Κύπρῳ βασιλέων τρυφῆς. ποιεῖ δέ τινα ἀναπυνθανόμενον στρατιώτου τάδε· ἐν Κύπρῳ φής, εἰπέ μοι, διήγετε πολὺν χρόνον; β. τὸν πάνθ’ ἕως ἦν ὁ πόλεμος. α. ἐν τίνι τόπῳ μάλιστα; λέγε γάρ. β. ἐν Πάφῳ· οὗ πρᾶγμα τρυφερὸν διαφερόντως ἦν ἰδεῖν, ἄλλως τ’ ἄπιστον. α. ποῖον; β. ἐρριπίζετο ὑπὸ τῶν περιστερῶν, ὑπ’ ἄλλου δ’ οὐδενὸς δειπνῶν ὁ βασιλεύς. α. πῶς; ἐάσας τἄλλα γὰρ ἐρήσομαί σε τοῦθ᾽. β. ὅπως; ἠλείφετο ἐκ τῆς Συρίας ἥκοντι τοιούτῳ μύρῳ καρποῦ σύχν’ οἵου φασὶ τὰς περιστερὰς τρώγειν. διὰ τὴν ὀσμὴν δὲ τούτου πετόμεναι παρῆσαν οἷαί τ’ ἦσαν ἐπικαθιζάνειν ἐπὶ τὴν κεφαλὴν παῖδες δὲ παρακαθήμενοι ἐσόβουν. ἀπαίρουσαι δὲ μικρόν, οὐ πολύ, τὸ μήτ’ ἐκεῖσε μήτε δεῦρο παντελῶς, οὕτως ἀνερρίπιζον ὥστε σύμμετρον αὐτῷ τὸ πνεῦμα, μὴ περίσκληρον ποιεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme