Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 6

74 Ἱππίας δ᾽ ὁ Ἐρυθραῖος ἐν τῇ δευτέρᾳ τῶν περὶ τῆς πατρίδος ἱστοριῶν διηγούμενος ὡς ἡ Κνωποῦ βασιλεία ὑπὸ τῶν ἐκείνου κολάκων κατελύθη φησὶν καὶ ταῦτα· Κνωπῷ μαντευομένῳ περὶ σωτηρίας ὁ θεὸς ἔχρησε θύειν Ἑρμῇ δολίῳ. καὶ μετὰ ταῦτα ὁρμήσαντος αὐτοῦ εἰς Δελφοὺς οἱ τὴν βασιλείαν αὐτοῦ καταλῦσαι βουλόμενοι ἵν’ ὀλιγαρχίαν καταστήσωνται ἦσαν δ’ οὗτοι Ὀρτύγης καὶ Ἶρος καὶ Ἔχαρος, οἳ ἐκαλοῦντο διὰ τὸ περὶ τὰς θεραπείας εἶναι τῶν ἐπιφανῶν πρόκυνες καὶ κόλακες συμπλέοντες οὖν τῷ Κνωπῷ, ὡς ἤδη πόρρω τῆς γῆς ἦσαν, δήσαντες τὸν Κνωπὸν ἔρριψαν εἰς τὸ πέλαγος καὶ καταχθέντες εἰς Χίον καὶ δύναμιν παρὰ τῶν ἐκεῖ τυράννων λαβόντες Ἀμφίκλου καὶ Πολυτέκνου νυκτὸς κατέπλευσαν εἰς τὰς Ἐρυθράς, κατὰ τὸ αὐτὸ καὶ τὸ τοῦ Κνωποῦ σῶμα ἐξεβράσθη τῆς Ἐρυθραίας κατὰ τὴν ἀκτὴν ἣ νῦν Λεόποδον καλεῖται. τῆς δὲ γυναικὸς τοῦ Κνωποῦ Κλεονίκης περὶ τὴν τοῦ σώματος κηδείαν γινομένης ἦν δὲ ἑορτὴ καὶ πανήγυρις ἀγομένη Ἀρτέμιδι Στροφαίᾀ ἐξαίφνης ἀκούεται σάλπιγγος βοή· καὶ καταληφθέντος τοῦ ἄστεος ὑπὸ τῶν περὶ τὸν Ὀρτύγην πολλοὶ μὲν ἀναιροῦνται τῶν τοῦ Κνωποῦ φίλων καὶ ἡ Κλεονίκη μαθοῦσα φεύγει εἰς Κολοφῶνα

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme