Book 6
80
τῇ δ’ ἀλαζονείᾳ μετὰ τὴν κολακείαν χώραν δίδωσιν Ἀναξανδρίδης ὁ κωμῳδιοποιὸς ἐν Φαρμακομάντει λέγων οὕτως · ὅτι εἴμ’ ἀλαζὼν τοῦτ’ ἐπιτιμᾷς; ἀλλὰ τί; νικᾷ γὰρ αὕτη τὰς τέχνας πάσας πολὺ μετὰ τὴν κολακείαν ἥδε μὲν γὰρ διαφέρει. ψωμοκόλακος δὲ μνημονεύει Ἀριστοφάνης ἐν Γηρυτάδῃ οὕτως· ψίθυρός τ’ ἐκαλοῦ καὶ ψωμοκόλαξ. καὶ Σαννυρίων Ἰοῖ, φθείρεσθ᾽ πίτριπτοι ψωμοκόλακες. Φιλήμων Ἀνανεουμένῃ · ψωμοκόλαξ τ’ ἔσθ’ οὗτος. Φιλιππίδης δ’ ἐν Ἀνανεώσει· ψωμοκολακεύων καὶ παρεισιὼν ἀεί. κυρίως δὲ ὁ κόλαξ ἐπὶ τούτου κεῖται· κόλον γὰρ ἡ τροφή, ὅθεν καὶ ὁ βουκόλος καὶ ὁ δύσκολος, ὅς ἐστι δυσάρεστος καὶ σικχός, κοιλία τε ἡ τὴν τροφὴν δεχομένη, ψωμοκόλαφον δ’ εἴρηκε Δίφιλος ἐν Θησεῖ οὕτως· σὲ μὲν καλοῦσι ψωμοκόλαφον δραπέτην.