Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 7

19 Ἀπολλώνιος δ’ ὁ Ῥόδιος ἢ Ναυκρατίτης ἐν Ναυκράτεως κτίσει (fr. 7 Mich) τὸν Πομπίλον φησὶν ἄνθρωπον πρότερον ὄντα μεταβαλεῖν εἰς ἰχθὺν διά τινα Ἀπόλλωνος ἔρωτα· τὴν γὰρ Σαμίων πόλιν παραρρεῖν ποταμὸν Ἴμβρασον, τῷ ῥά ποτ’ Ὠκυρόην νύμφην, περικαλλέα κούρην, Χησιὰς εὐπατέρεια τέκεν φιλότητι μιγεῖσα, Ὠκυρόην, ᾗ κάλλος ἀπείριτον ὤπασαν Ὧραι· ταύτης οὖν ἐρασθέντα Ἀπόλλωνα ἐπιχειρῆσαι ἁρπάσαι. διαπεραιωθεῖσαν δ’ εἰς Μίλητον κατά τινα Ἀρτέμιδος ἑορτὴν καὶ μέλλουσαν ἁρπάζεσθαι εὐλαβηθεῖσαν Πομπίλον τινὰ θαλασσουργὸν ἄνθρωπον καθικετεῦσαι ὄντα πατρῷον φίλον, ὅπως αὐτὴν εἰς τὴν πατρίδα διασώσῃ, λέγουσαν τάδε (fr. 8)· πατρὸς ἐμοῖο φίλου συμφράδμονα θυμὸν ἀέξων, Πομπίλε, δυσκελάδου δεδαὼς θοὰ βένθεα πόντου, σῷζέ με· καὶ τὸν εἰς τὴν ἀκτὴν διαγαγόντα αὐτὴν διαπεραιοῦν. ἐπιφανέντα δὲ τὸν Ἀπόλλωνα τήν τε κόρην ἁρπάσαι καὶ τὴν ναῦν ἀπολιθώσαντα τὸν Πομπίλον εἰς τὸν ὁμώνυμον ἰχθὺν μεταμορφῶσαι ποιῆσαί τε τὸν (fr. 9) πομπίλον ὠκυάλων νηῶν αιηονονα δουρον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme