Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 7

22 ΑΦΥΑΙ. καὶ ἑνικῶς δὲ ἀφύην λέγουσιν. Ἀριστώνυμος Ἡλίῳ ῥιγῶντι (I 668 K)· ὥστ’ οὔτ’ ἀφύη νῦν ἔστ’ ἔθ’ ἁπλῶς. τῆς δ’ ἀφύης ἐστὶ γένη πλείω· καὶ ἡ μὲν ἀφρῖτις λεγομένη οὐ γίνεται ἀπὸ γόνου, ὥς φησιν Ἀριστοτέλης (p. 303 R), ἀλλ’ ἐκ τοῦ ἐπιπολάζοντος τῇ θαλάσσῃ ἀφροῦ, οὗ ἂν ὄμβρων γενομένων πολλῶν σύστασις γένηται. ἑτέρα δ’ ἐστὶν ἀφύη ἡ κωβῖτις λεγομένη· γίνεται δ’ αὕτη ἐκ τῶν μικρῶν καὶ φαύλων τῶν ἐν τῇ ἄμμῳ διαγενομένων κωβιδίων· καὶ ἐξ αὐτῆς δὲ ταύτης τῆς ἀφύης ἀπογεννῶνται ἕτεραι, αἵτινες ἐγκρασίχολοι καλοῦνται. γίνεται δὲ καὶ ἄλλη ἀφύη ὁ γόνος τῶν μαινίδων καὶ ἄλλη ἐκ τῆς μεμβράδος καὶ ἔτι ἄλλη ἐκ τῶν μικρῶν κεστρέων τῶν ἐκ τῆς ἄμμου καὶ τῆς ἰλύος γινομένων. πάντων δὲ τούτων ἡ ἀφρῖτις ἀρίστη. Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων κωβίτην τινὰ ἑψητὸν λέγει καὶ τὸν ἐξ ἀθερίνης· ἰχθυδίου δὲ ὄνομα ἀθερίνη. εἶναι δέ φησι καὶ τριγλῖτιν ἀφύην. Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ (p. 232, 7 L) ἐν μεμβράσι καὶ καμμάροις τὰς ἀφύας καταριθμεῖται διαστέλλων τὸν λεγόμενον γόνον. Ἱκέσιος δέ φησι· ‘τῆς ἀφύης ἣ μὲν λευκὴ καὶ λίαν λεπτὴ καὶ ἀφρώδης, ἣν καλοῦσιν ἔνιοι καὶ κωβῖτιν, ἣ δὲ ῥυπαρωτέρα ταύτης καὶ ἁδροτέρα· διαφέρει δ’ ἡ καθαρὰ καὶ λεπτή.’ Ἀρχέστρατος δ’ ὁ ὀψοδαίδαλός φησι (fr. 10 R)· τὴν ἀφύην μίνθου πᾶσαν πλὴν τὴν ἐν Ἀθήναις· τὸν γόνον ἐξαυδῶ, τὸν ἀφρὸν καλέουσιν Ἴωνες· καὶ λαβὲ πρόσφατον αὐτὸν ἐν εὐκόλποισι Φαλήρου ἀγκῶσιν ληφθένθ’ ἱεροῖς. κἀν τῇ περικλύστῳ ἐστὶ Ῥόδῳ γενναῖος, ἐὰν ἐπιχώριος ἔλθῃ. ἂν δέ που ἱμείρῃς αὐτοῦ γεύσασθαι, ὁμοῦ χρὴ κνίδας ὀψωνεῖν, τὰς ἀμφικόμους ἀκαλήφας· εἰς ταὐτὸν μίξας δ’ αὐτὰς ἐπὶ τηγάνου ὄπτα, εὐώδη τρίψας ἄνθη λαχάνων ἐν ἐλαίῳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme