Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 7

26 βατὶς. Βάτραχος . βάτος. τῆς μὲν οὖν βατίδος καὶ τοῦ βατράχου μνημονεύει Ἀριστοτέλης ἐν τοῖς περὶ ζῴων καταριθμῶν αὐτὰ ἐν τοῖς σελάχεσιν. Εὔπολις δ’ ἐν Κόλαξί φησι· παρὰ τῷδε Καλλίᾳ πολλὴ θυμηδία, ἵνα πάρα μὲν κάραβοι καὶ βατίδες καὶ λαγῲ καὶ γυναῖκες εἱλίποδες. καὶ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ· ἦν δὲ νάρκαι, βατίδες, ἦν δὲ καὶ ζύγαιναι, πρήστιες, κἀμίαι τε καὶ βάτοι ῥίναι τε τραχυδέρμονες. ἐν δὲ Μεγαρίδι· τὰς πλευρὰς οἷόν περ βατίς, τὰν δ’ ὀπισθίαν ἔχεις, Θεάγενες, οἷόν περ βάτος, τὰν δὲ κεφαλὰν ὀστέων οἷόν περ ἔλαφος, οὐ βατίς, τὰν δὲ λαπάραν σκορπίος παίσαι θαλάττιος τεοῦ. Σαννυρίων δ’ ἐν Γέλωτι· ὦ βατίδες, ὦ γλαύκων κάρα. Ἀριστοτέλης δ’ ἐν πέμπτῳ ζῴων μορίων σελάχη φησὶν εἶναι βάτον, τρυγόνα, βοῦν, λάμιαν, αἰετόν, νάρκην, βάτραχον καὶ πάντα τὰ γαλεοειδῆ., σώφρων δ’ ἐν μίμοις ἀνδρείοις βότιν καλεῖ τινα ἰχθὺν ἐν τούτοις· κέστραι βότιν κάπτουσαι. καὶ μήποτε βοτάνην τινὰ λέγει, περὶ δὲ τοῦ βατράχου συμβουλεύει ὁ σοφώτατος Ἀρχέστρατος ἐν ταῖς γνώμαις τάδε· βάτραχον ἔνθ’ ἂν ἴδῃς, ὀψώνει καὶ γαστρίον αὐτοῦ σκεύασον.. περὶ δὲ τῆς βατίδος· καὶβατίδ’ ἑφθὴν ἔσθε μέσου χειμῶνος ἐν ὥρῃ, κἀπ’ αὐτῇ τυρὸν καὶ σίλφιον ἅττα τε σάρκα μὴ πίειραν ἔχῃ πόντου τέκνα, τῷδε τρόπῳ χρὴ σκευάζειν. ἤδη σοὶ ἐγὼ τάδε δεύτερον αὐδῶ. Ἔφιππος δ’ ὁ κωμῳδιοποιὸς ἐν Φιλύρᾳ δράματι· ἑταίρας δ’ ὄνομα ἡ Φιλύρα· πότερον ἐγὼ τὴν βατίδα τεμάχη κατατεμὼν ἕψω; τί φής; ἢ Σικελικῶς ὀπτὴν ποιήσω; β. Σικελικῶς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme