Book 7
27
Βῶκες . Ἀριστοτέλης ἐν τῷ ἐπιγραφομένῳ Ζωικῷ ἢ περὶ ἰχθύων νωτόγραπτα, φησί, λέγεται βῶξ, σκολιόγραπτα δὲ κολίας. Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ· ἔτι δὲ πὸτ τούτοισι βῶκες, σμαρίδες, ἀφύαι, κάμμαροι. Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ βόηκας αὐτοὺς καλεῖ ἐν τούτοις. ἢ λευκὴν συνόδοντα βόηκάς τε τριγκούς τε. Σπεύσιππος δὲ καὶ οἱ ἄλλοι Ἀττικοὶ βόακας. Ἀριστοφάνης Σκηνὰς καταλαμβανούσαις· ἀλλ’ ἔχουσα γαστέρα μεστὴν βοάκων ἀπεβάδιζον οἴκαδε. ὠνομάσθη δὲ παρὰ τὴν βοήν. διὸ καὶ Ἑρμοῦ ἱερὸν εἶναι λόγος τὸν ἰχθύν, ὡς τὸν κίθαρον Ἀπόλλωνος. Φερεκράτης δ’ ἐν Μυρμηκανθρώποις εἰπών ἀλλὰ φωνὴν οὐκ ἔχειν ἰχθὺν γέ φασι τὸ παράπαν, ἐπιφέρει· νὴ τὼ θεώ, οὐκ ἔστιν ἰχθὺς ἄλλος οὐδεὶς ἢ βόαξ. Ἀριστοφάνης δ’ ὁ Βυζάντιος κακῶς φησιν ἡμᾶς λέγειν τὸν ἰχθὺν βῶκα δέον βόωπα, ἐπεὶ μικρὸς ὑπάρχων μεγάλους ὦπας ἔχει· εἴη ἂν οὖν ὁ βόωψ βοὸς ὀφθαλμοὺς ἔχων. πρὸς ὃν λεκτέον, εἰ τοῦτον κακῶς ὀνομάζομεν, διὰ τί κορακῖνόν φαμεν καὶ οὐ κορακῖνόν; ὠνομάσθη γὰρ ἀπὸ τοῦ τὰς κόρας κινεῖν. τί δ’ οὐχὶ καὶ σείουρον λέγομεν, ἀλλὰ σίλουρον; ὠνόμασται γὰρ καὶ οὗτος ἀπὸ τοῦ σείειν συνεχῶς τὴν οὐράν.