Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 7

28 βεμβράδες. Φρύνιχος Τραγῳδοῖς· ὦ χρυσοκέφαλοι βεμβράδες θαλάσσιαι. Ἐπίχαρμος ἐν Ἥβας γάμῳ βαμβραδόνας αὐτὰς καλεῖ· βαμβραδόνες τε καὶ κίχλαι, λαγοί, δράκοντες τ’ ἄλκιμοι. καὶ Σώφρων ἐν ἀνδρείοις· βαμβραδόνι τραφερᾷ. Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ· ἠβαιῇ καρῖδι καὶ εἴ ποτε βεμβράδι, κείνῃ ζωῇ ἔπ’ ἀγρώσσοις, τάδε δὴ σκέψαιο δέλετρα. Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων φησί· βεμβράδα ἀποκεφαλίσας, ἐὰν ᾖ ἁδροτέρα, καὶ ἀποπλύνας ἁλὶ λεπτῷ καὶ ὕδατι, ἕψε τὸν αὐτὸν τρόπον τῇ τριγλίτιδι. γίνεται δέ, φησίν, ἐκ μόνης τῆς βεμβράδος σκευασία τις ἡ προσαγορευομένη βεμβραφύη· ὧν μνημονεύει Ἀριστώνυμος ἐν Ἡλίῳ ῥιγῶντι· ὃ γέ τοι Σικελὸς ταῖς μεμβραφύαις προσέοικεν ὁ καρκινοβήτης. Ἀττικοὶ δ’ ὅμως βεμβράδας λέγουσιν. Ἀριστομένης Γόησι· βεμβράδας φέρων ὀβολοῦ. Ἀριστώνυμος Ἡλίῳ ῥιγῶντι· οὔτ’ ἀφύη νῦν ἔστ’ ἔθ’ ἁπλῶς οὔτ’ αὖ βεμβρὰς κακοδαίμων. Ἀριστοφάνης Γήρᾳ· ταῖς πολιόχρωσι βεμβράσιν τεθραμμένη. Πλάτων Πρέσβεσιν Ἡράκλεις, τῶν βεμβράδων. ἐν δὲ ταῖς Εὐπόλιδος Αἰξὶν ἔστιν εὑρεῖν καὶ διὰ τοῦ μ γραφόμενον. Ἀντιφάνης δ’ ἐν Κνοιθιδεῖ· ἄτοπά γε κηρύττουσιν ἐν τοῖς ἰχθύσι κηρύγμαθ᾽, οὗ καὶ νῦν τις ἐκεκράγει μέγα μέλιτος γλυκυτέρας μεμβράδας φάσκων ἔχειν. εἰ τοῦτο τοιοῦτ’ ἐστίν, οὐδὲν κωλύει τοὺς μελιτοπώλας αὖ λέγειν βοᾶν θ’ ὅτι πωλοῦσι τὸ μέλι σαπρότερον τῶν μεμβράδων. καὶ Ἄλεξις δ’ ἐν Χορηγίδι διὰ τοῦ μ εἴρηκεν ὃς τοῖς τετραδισταῖς μὲν παρέθηκεν ἐσθίειν πρώην λέκιθον καὶ μεμβράδας καὶ στέμφυλα. ἐν δὲ Πρωτοχόρῳ, ἐπιπονώτερον ἔργον μὰ τὸν Διόνυσον οὐκ εἴληφ’ ἐγὼ ἀφ’ οὗ παρασιτῶ, ὁ μεμβράδας μοι κρεῖττον ἦν ἔχειν μετ’ Ἀττικιστὶ δυναμένου λαλεῖν. ὀνησιφόρον ἦν τοῦτο.
29 βλέννος. τούτου μέμνηται Σώφρων ἐν τῷ ἐπιγραφομένῳ Ὡλιεὺς τὸν ἀγροιώταν, βλέννῳ θηλαμόνι. ἐστὶ δὲ κωβιῷ τὴν ἰδέαν παραπλήσιος. Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ βαιόνας τινὰς ἰχθῦς καλεῖ ἐν τούτοις· ἆγε δὴ τρίγλας τε κυφὰς κἀχαρίστους βαιόνας. καὶ παρ᾽ Ἀττικοῖς δὲ παροιμία ἐστὶ μή μοι βαιών κακὸς ἰχθύς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme