Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 7

29 Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ ΒΑΙΟΝΑΣ τινὰς ἰχθῦς καλεῖ ἐν τούτοις (p. 233 L)· ἆγε δὴ τρίγλας τε κυφὰς κἀχαρίστους βαιόνας. καὶ παρ’ Ἀττικοῖς δὲ παροιμία ἐστὶ ‘μή μοι βαιών· κακὸς ἰχθύς.’
30 ΒΟΥΓΛΩΣΣΟΣ. ὁ Πυθαγορικὸς δὲ δι’ ἐγκράτειαν Ἀρχέστρατός φησιν (fr. 51 R)· εἶτα λαβεῖν ψῆτταν μεγάλην καὶ τὴν ὑπότρηχυν βούγλωσσον, ταύτην δὲ θέρευς, περὶ Χαλκίδα κεδνήν. Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ (p. 234 L)· βούγλωσσοί τε καὶ κίθαρος ἐνῆς. τῶν δὲ βουγλώσσων διαλλάττοντές εἰσιν οἱ κυνόγλωσσοι· περὶ ὧν καὶ αὐτῶν Ἐπίχαρμός φησιν (ibid)· αἰολίαι πλῶτές τε κυνόγλωσσοί τ᾽, ἐνῆν δὲ σκιαθίδες. Ἀττικοὶ δὲ ψῆτταν αὐτὴν καλοῦσιν.
31 ΓΟΓΓΡΟΙ. τούτους Ἱκέσιος σκληροτέρους τῶν ἐγχέλεων εἶναί φησι καὶ ἀραιοσαρκοτέρους τε καὶ ἀτροφωτέρους εὐχυλίᾳ τε πολὺ λειπομένους, εὐστομάχους δὲ εἶναι. Νίκανδρος δὲ ὁ ἐποποιὸς ἐν τρίτῳ Γλωσσῶν (fr. 122 Schn) καλεῖσθαί φησιν αὐτοὺς καὶ γρύλλους. Εὔδοξος δ’ ἐν ἕκτῳ Γῆς περιόδου γόγγρους δέ φησιν πολλοὺς ἀνδραχθεῖς ἐν Σικυῶνι ἁλίσκεσθαι· ὧν ἐνίους εἶναι καὶ ἁμαξιαίους. Φιλήμων δὲ τῆς κωμῳδίας ὁ ποιητὴς καὶ αὐτὸς μνημονεύων τῶν ἐν Σικυῶνι διαφόρων γόγγρων ποιεῖ τινα μάγειρον ἐπὶ τέχνῃ τῇ ἑαυτοῦ σεμνυνόμενον καὶ λέγοντα ἐν τῷ ἐπιγραφομένῳ Στρατιώτῃ τάδε (II 500 K)·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme