Book 7
30
βούγλωσσος ὁ Πυθαγορικὸς δὲ δι’ ἐγκράτειαν Ἀρχέστρατός φησιν εἶτα λαβεῖν ψῆτταν μεγάλην καὶ τὴν ὑπότρηχυν βούγλωσσον, ταύτην δὲ θέρευς, περὶ Χαλκίδα κεδνήν. Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ βούγλωσσοί τε καὶ κίθαρος ἐνῆς. τῶν δὲ βουγλώσσων διαλλάττοντὲς εἰσιν οἱ κυνόγλωσσοι· περὶ ὧν καὶ αὐτῶν Ἐπίχαρμός φησιν αἰολίαι πλῶτές τε κυνόγλωσσοὶ τ᾽, ἐνῆν δὲ σκιαθίδες. Ἀττικοὶ δὲ ψῆτταν αὐτὴν καλοῦσιν.
31
γόγγροι. τούτους Ἱκέσιος σκληροτέρους τῶν ἐγχέλεων εἶναί φησι καὶ ἀραιοσαρκοτέρους τε καὶ ἀτροφωτέρους εὐχυλίᾳ τε πολὺ λειπομένους, εὐστομάχους δὲ εἶναι. Νίκανδρος δὲ ὁ ἐποποιὸς ἐν τρίτῳ Γλωσσῶν καλεῖσθαί φησιν αὐτοὺς καὶ γρύλλους. Εὔδοξος δ’ ἐν ἕκτῳ Γῆς περιόδου γόγγρους δέ φησιν πολλοὺς ἀνδραχθεῖς ἐν Σικυῶνι ἁλίσκεσθαι. ὧν ἐνίους εἶναι καὶ ἁμαξιαίους. Φιλήμων δὲ τῆς νέας κωμῳδίας ὁ ποιητὴς καὶ αὐτὸς μνημονεύων τῶν ἐν Σικυῶνι διαφόρων γόγγρων ποιεῖ τινα μάγειρον ἐπὶ τέχνῃ τῇ ἑαυτοῦ σεμνυνόμενον καὶ λέγοντα ἐν τῷ ἐπιγραφομένῳ Στρατιώτῃ τάδε·
32
ὡς ἵμερός μ’ ὑπῆλθε γῇ τε κοὐρανῷ λέξαι μολόντι τοὔψον ὡς ἐσκεύασα. νὴ τὴν Ἀθηνᾶν, ἡδὺ γ’ ἔστ’ εὐημερεῖν ἐν ἅπασιν ἰχθὺς ἁπαλὸς οἷος γέγονέ μοι, οἷον παρατέθεικ᾽, οὐ πεφαρμακευμένον τυροῖσιν οὐδ’ ἄνωθεν ἐξηνθισμένον, ἀλλ’ οἷος ἦν ζῶν κὠπτὸς ὢν τοιοῦτος ἦν. οὕτως ἁπαλὸν ἔδωκα καὶ πρᾷον τὸ πῦρ ὀπτῶν τὸν ἰχθύν, οὐδὲ πιστευθήσομαι ὅμοιον ἐγένετ᾽, ὄρνις ὁπόταν ἁρπάσῃ τοῦ καταπιεῖν μεῖζόν τι· περιτρέχει κύκλῳ τηροῦσα τοῦτο, καταπιεῖν δ’ ἐσπούδακεν, ἕτεραι διώκουσιν δὲ ταύτην ταὐτὸν ἦν. τὴν ἡδονὴν ὁ πρῶτος αὐτῶν καταμαθὼν τῆς λοπάδος ἀνεπήδησε κἄφευγεν κύκλῳ τὴν λοπάδ’ ἔχων, ἄλλοι δ’ ἐδίωκον κατὰ πόδας, ἐξῆν ὀλολύζειν· οἱ μὲν ἥρπασάν τι γάρ, οἱ δ’ οὐδέν, οἱ δὲ πάντα, καίτοι παρέλαβον ἰχθῦς ποταμίους ἐσθίοντας βόρβορον. εἰ δ’ ἔλαβον ἄρα τι σπάνιον ἢ ᾽κ τῆς Ἀττικῆς γλαυκίσκον, ὦ Ζεῦ σῶτερ, ἢ ᾽ξ Ἄργους κάπρον ἢκ τῆς Σικυῶνος τῆς φίλης ὃν τοῖς θεοῖς φέρει Ποσειδὼν γόγγρον εἰς τὸν οὐρανόν, ἅπαντες οἱ φαγόντες ἐγένοντ’ ἂν θεοί. ἀθανασίαν εὕρηκα· τοὺς ἤδη νεκροὺς ὅταν μόνον ὀσφρανθῶσι ποιῶ ζῆν πάλιν.