Book 7
34
Μενεκράτης Ζεὺς Φιλίππῳ χαίρειν. σὺ μὲν Μακεδονίας βασιλεύεις, ἐγὼ δὲ ἰατρικῆς, καὶ σὺ μὲν ὑγιαίνοντας δύνασαι ὅταν βουληθῇς ἀπολλύναι, ἐγὼ δὲ τοὺς νοσοῦντας σῴζειν καὶ τοὺς εὐρώστους ἀνόσους οἳ ἂν ἐμοὶ πείθωνται παρέχειν μέχρι γήρως ζῶντας, τοιγαροῦν σὲ μὲν Μακεδόνες δορυφοροῦσιν, ἐμὲ δὲ καὶ οἱ μέλλοντες ἔσεσθαι. Ζεὺς γὰρ ἐγὼ αὐτοῖς βίον παρέχω. πρὸς ὃν ὡς μελαγχολῶντα ἐπέστελλεν ὁ Φίλιππος· Φίλιππος Μενεκράτει ὑγιαίνειν. παραπλησίως δὲ ἐπέστελλε καὶ Ἀρχιδάμῳ τῷ Λακεδαιμονίων βασιλεῖ καὶ τοῖς ἄλλοις ὅσοις ἔγραφεν, οὐκ ἀπεχόμενος τοῦ Διός. καλέσας δ’ αὐτόν ποτε ἐπὶ δεῖπνον ὁ Φίλιππος μετὰ τῶν ἰδίων θεῶν συγκατέκλινε πάντας ἐπὶ τῆς μέσης κλίνης ὑψηλότατα καὶ ἱεροπρεπέστατα κεκοσμημένης καὶ τράπεζαν παραθεὶς ἐφ’ ἧς βωμὸς ἔκειτο καὶ τῶν ἀπὸ γῆς παντοδαπῶν ἀπαρχαί. καὶ ὁπότε τοῖς ἄλλοις παρεφέρετο τὰ ἐδώδιμα, τοῖς ἀμφὶ Μενεκράτην ἐθυμίων καὶ ἔσπενδον οἱ παῖδες. καὶ τέλος ὁ καινὸς Ζεὺς μετὰ τῶν ὑπηκόων γελώμενος θεῶν ἔφυγεν ἐκ τοῦ συμποσίου, ὡς Ἡγήσανδρος ἱστορεῖ· μνημονεύει δὲ τοῦ Μενεκράτους καὶ Ἄλεξις ἐν Μίνῳ.
35
καὶ Θεμίσων δὲ ὁ Κύπριος, τὰ Ἀντιόχου τοῦ βασιλέως παιδικά, ὥς φησι Πύθερμος ὁ Ἐφέσιος ἐν τῇ ὀγδόῃ τῶν ἱστοριῶν, οὐ μόνον ἐν ταῖς πανηγύρεσιν ἀνεκηρύττετο Θεμίσων Μακεδών, Ἀντιόχου βασιλέως Ἡρακλῆς· ἔθυον δὲ καὶ αὐτῷ πάντες οἱ ἐγχώριοι ἐπιλέγοντες Ἡρακλεῖ Θεμίσωνι, καὶ παρῆν αὐτὸς ὁπότε τις τῶν ἐνδόξων θύοι καὶ ἀνέκειτο στρωμνὴν καθ’ αὑτὸν ἔχων ἠμφιεσμένος λεοντῆν ἐφόρει δὲ καὶ τόξα Σκυθικὰ καὶ ῥόπαλον ἐκράτει. ὁ δ’ οὖν Μενεκράτης τοιοῦτος ὢν ὁποῖος εἴρηται οὐδὲν παραπλήσιόν ποτε ἐξωγκώσατο οἷον ὁ προειρημένος μάγειρος· ἀθανασίαν ηὕρηκα τοὺς ἤδη νεκρούς, ὅταν μόνον ὀσφρανθῶσι, ποιῶ ζῆν πάλιν.