Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 7

43 ΓΑΛΕΟΙ. Ἱκέσιος ἐν τοῖς περὶ ὕλης τῶν γαλεῶν βελτίονας εἶναι καὶ ἁπαλωτέρους τοὺς ἀστερίας καλουμένους. Ἀριστοτέλης δὲ (p. 303 R) εἴδη αὐτῶν φησιν εἶναι πλείω, ἀκανθίαν, λεῖον, ποικίλον, σκύμνον, ἀλωπεκίαν, ῥίνην. Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων τὸν ἀλωπεκίαν μίαν ἔχειν φησὶ λοφιὰν πρὸς τῷ οὐραίῳ, ἐπὶ δὲ τῆς ῥάχεως οὐδαμῶς. ὁ δ᾽ Ἀριστοτέλης ἐν πέμπτῳ ζῴων μορίων καὶ κεντρίνην φησί τινα γαλεὸν εἶναι καὶ νωτιδανόν. Ἐπαίνετος δ’ ἐν Ὀψαρτυτικῷ ἐπινωτιδέα καλεῖ, χείρονα δ’ εἶναι τὸν κεντρίνην καὶ δυσώδη. γνωρίζεσθαι δ’ ἐκ τοῦ πρὸς τῇ πρώτῃ λοφιᾷ ἔχειν κέντρον τῶν ὁμοειδῶν οὐκ ἐχόντων· οὔτε δὲ στέαρ οὔτε πιμελὴν ἔχειν τοὺς ἰχθῦς τούτους διὰ τὸ χονδρώδεις εἶναι. ἰδίως δὲ ὁ ἀκανθίας τὴν καρδίαν ἔχει πεντάγωνον. τίκτει δ᾽ ὁ γαλεὸς τὰ πλεῖστα τρία καὶ εἰσδέχεται τὰ γεννηθέντα εἰς τὸ στόμα καὶ πάλιν ἀφίησιν· μάλιστα δ’ ὁ ποικίλος καὶ ὁ ἀλωπεκίας. οἱ δὲ λοιποὶ οὐκ ἔτι διὰ τὴν τραχύτητα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme