Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 7

48 ἱστορεῖ δὲ περὶ αὐτοῦ καὶ ὁ Αἰτωλὸς Ἀλέξανδρος ἐν τῷ ἐπιγραφομένῳ Ἁλιεῖ (p. 238 M), ὡς ὅτι ‘γευσάμενος βοτάνης’ κατεποντώθη, ἣν Ἠελίῳ φαέθοντι ἐν μακάρων νήσοισι λιτὴ φύει εἴαρι γαίη· Ἠέλιος δ’ ἵπποις θυμήρεα δόρπον ὀπάζει ὕλην ναιετάουσαν, ἵνα δρόμον ἐκτελέσωσιν ἄτρυτοι, καὶ μή τιν’ ἕλοι μεσσηγὺς ἀνίη. Αἰσχρίων δ’ ὁ Σάμιος ἔν τινι τῶν ἰάμβων Ὕδνης φησὶ τῆς Σκύλλου τοῦ Σκιωναίου κατακολυμβητοῦ θυγατρὸς τὸν θαλάσσιον Γλαῦκον ἐρασθῆναι. ἰδίως δὲ καὶ περὶ τῆς βοτάνης λέγει, ἣν φαγὼν ἀθάνατος ἐγένετο (II 517 B4)· καὶ θεῶν ἄγρωστιν εὗρες, ἣν Κρόνος κατέσπειρε. Νίκανδρος δ’ ἐν τρίτῳ Εὐρωπίας (fr. 25 Sch) Νηρέως ἐρώμενον τὸν Γλαῦκον ἱστορεῖ γενέσθαι. ὁ δ’ αὐτὸς Νίκανδρος ἐν πρώτῳ Αἰτωλικῶν (fr. 2) τὴν μαντικήν φησιν Ἀπόλλωνα ὑπὸ Γλαύκου διδαχθῆναι· θηρῶντα δὲ περὶ τὴν Ὀρείην (ὄρος δὲ τοῦθ’ ὑπάρχειν ὑψηλὸν ἐν Αἰτωλίᾳ) λαγὼν θηρᾶσαι, ὃν λιποθυμοῦντα ὑπὸ τῆς διώξεως ἀπαγαγεῖν ὑπὸ κρήνῃ τινὶ καὶ τῇ παρακειμένῃ πόᾳ ἤδη ὑποψυχόμενον ἀπομάσσειν. ἀναζωπυρήσαντος δὲ τοῦ λαγὼ τῇ βοτάνῃ ἐπιγνόντα τῆς βοτάνης τὴν δύναμιν ἀπογεύσασθαι καὶ ἔνθεον γενόμενον ἐπιγενομένου χειμῶνος κατὰ Διὸς βούλησιν εἰς τὴν θάλασσαν αὑτὸν ἐκρῖψαι. Ἡδύλος δ’ ὁ Σάμιος ἢ Ἀθηναῖος Μελικέρτου φησὶν ἐρασθέντα τὸν Γλαῦκον ἑαυτὸν ῥῖψαι εἰς τὴν θάλατταν. Ἡδύλη δ’ ἡ τοῦ ποιητοῦ τούτου μήτηρ, Μοσχίνης δὲ θυγάτηρ τῆς Ἀττικῆς ἰάμβων ποιητρίας, ἐν τῇ ἐπιγραφομένῃ Σκύλλῃ ἱστορεῖ τὸν Γλαῦκον ἐρασθέντα Σκύλλης ἐλθεῖν αὐτῆς εἰς τὸ ἄντρον ‘ἢ κόγχου δωρήματα’ φέροντα Ἐρυθραίης ἀπὸ πέτρης, ἢ τοὺς ἀλκυόνων παῖδας ἔτ’ ἀπτερύγους, τῇ νύμφῃ δύσπιστος ἀθύρματα. δάκρυ δ’ ἐκείνου καὶ Σειρὴν γείτων παρθένος οἰκτίσατο· ἀκτὴν γὰρ κείνην ἀπενήχετο καὶ τὰ σύνεγγυς Αἴτνης.
49 ΓΝΑΦΕΥΣ. Δωρίων ἐν τῷ περὶ ἰχθύων τὸ ἐκ τῆς ἑψήσεως τοῦ γναφέως ὑγρόν φησι πάντα σπῖλον καθαίρειν. μνημονεύει δ᾽ αὐτοῦ καὶ Ἐπαίνετος ἐν Ὀψαρτυτικῷ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme