Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 7

53 Ἐπικούρειος δέ τις εἰκαδιστὴς τῶν συνδειπνούντων ἡμῖν ἐγχέλυος παρατεθείσης πάρεστιν, ἔφη, ἡ τῶν δείπνων Ἑλένη· ἐγὼ οὖν Πάρις ἔσομαι. καὶ χεῖρας μήπω τινὸς ἐκτετακότος ἐπ’ αὐτὴν ἐπιβαλὼν ἐψίλωσε τὸ πλευρὸν ἀπάγων εἰς ἄκανθαν. ὁ δ’ αὐτὸς οὗτος πλακοῦντός ποτε θερμοῦ παρατεθέντος καὶ πάντων ἀπεχομένων ἐπιφωνήσας· τοῦ δ’ ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικε, προπετῶς ἐπιβαλὼν καὶ καταπιὼν φλεγόμενος ἐξεφέρετο. καὶ ὁ Κύνουλκος ἔφη· ἀποφέρεται τὸ ἆθλον ἐκ τῆς βρογχοπαρατάξεως ὁ λάρος. καὶ περὶ τῆς ἐγχέλυος δ’ Ἀρχέστρατος οὕτως ἱστορεῖ ἔγχελυν αἰνῶ μὲν πᾶσαν, πολὺ δ’ ἐστὶ κρατίστη Ῥηγίου ἀντιπέρας πορθμοῦ· ληφθεῖσα θαλάσσης ἔνθα σὺ τῶν ἄλλων πάντων, Μεσσήνιε, θνητῶν βρῶμα τιθεὶς τοιόνδε διὰ στόματος πλεονεκτεῖς, οὐ μὴν ἀλλὰ κλέος γ’ ἀρετῆς μέγα κάρτα φέρουσι Κωπαῖαι καὶ Στρυμόνιαι· μεγάλαι τε γάρ εἰσι καὶ τὸ πάχος θαυμασταί. ὅλως δ’ οἶμαι βασιλεύει πάντων τῶν περὶ δαῖτα καὶ ἡδονῇ ἡγεμονεύει ἔγχελυς, ἣ φύσει ἐστὶν ἀπήρινος μόνος ἰχθύς

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme