Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 7

54 Ὁμήρου δὲ εἰπόντος ‘τείροντ’ ἐγχέλυές τε καὶ ἰχθύες’ ἀκολούθως ἐποίησε καὶ Ἀρχίλοχος (fr. 101 B4)· πολλὰς δὲ τυφλὰς ἐγχέλυας ἐδέξω. οἱ δ’ Ἀττικοί, καθὼς Τρύφων φησί (fr. 21 V), τὰς ἑνικὰς χρήσεις ἐπιστάμενοι διὰ τοῦ ῡ τὰς πληθυντικὰς οὐκ ἔτι ἀκολούθως ἐπιφέρουσιν. ὁ γοῦν Ἀριστοφάνης ἐν μὲν Ἀχαρνεῦσι (889)· σκέψασθε (φησι) παῖδες τὴν κρατίστην ἔγχελυν. καὶ ἐν Λημνίαις (I 487 K)· ἔγχελυν Βοιωτίαν. τὴν δ’ εὐθεῖαν ἐν Δαιταλεῦσι (I 447 K)· καὶ λεῖος ὥσπερ ἔγχελυς. καὶ Κρατῖνος ἐν Πλούτοις (I 63 K)· θύννος, ὀρφώς, γλαῦκος, ἔγχελυς, κύων. τὰς μέντοι πληθυντικὰς οὐκ ἔθ’ ὁμοίως τῷ ποιητῇ. Ἀριστοφάνης Ἱππεῦσιν (864)· ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας. καὶ δευτέραις Νεφέλαις (559)· τὰς εἰκοῦς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι. ἐν Σφηξὶ δὲ ἡ δοτική (510)· οὐ χαίρω δὲ βατίσιν, οὐδ’ ἐγχέλεσιν. Στράττις δ’ ἐν Ποταμίοις ἔφη (I 722 K)· ἐγχέλεων ἀνεψιός. Σημωνίδης δ’ ἐν ἰάμβοις (II 453 B4)· ὥσπερ ἔγχελυς κατὰ γλοιοῦ. καὶ τὴν αἰτιατικήν· ἐρῳδιὸς γὰρ ἔγχελυν Μαιανδρίην τρίορχον εὑρὼν ἐσθίοντ’ ἀφείλετο. Ἀριστοτέλης δ’ ἐν τοῖς περὶ ζῴων διὰ τοῦ ῑ ἔγχελις εἴρηκεν. ὅταν δ’ Ἀριστοφάνης ἐν Ἱππεῦσι λέγῃ (864)· ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας· ὅταν γὰρ ἡ λίμνη καταστῇ, λαμβάνουσιν οὐδέν· ἐὰν δ’ ἄνω τε καὶ κάτω τὸν βόρβορον κυκῶσιν, αἱροῦσι· καὶ σὺ λαμβάνεις, ἢν τὴν πόλιν ταράττῃς, σαφῶς δηλοῖ ὅτι ἡ ἔγχελυς ἐκ τῆς ἰλύος λαμβάνεται. ἔνθεν καὶ τοὔνομα εἰς υσ ἐπερατώθη. καὶ ὁ ποιητὴς οὖν θέλων δηλῶσαι τὸ εἰς βάθος τοῦ ποταμοῦ καιόμενον οὕτως ἔφη· τείροντ’ ἐγχέλυές τε καὶ ἰχθύες. ἰδικώτερον δὲ καὶ κατ’ ἐξαίρετον ἐγχέλυες, ἵνα καὶ τὸ βάθος τοῦ κεκαυμένου ὕδατος δηλώσῃ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme