Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 7

55 Ἀντιφάνης δὲ ἐν Λύκωνι κωμῳδῶν τοὺς Αἰγυπτίους φησίν τὰ τ’ ἄλλα δεινούς φασι τοὺς Αἰγυπτίους εἶναι τὸ νομίσαι τ’ ἰσόθεον τὴν ἔγχελυν πολὺ τῶν θεῶν γάρ ἐστι τιμιωτέρα. τῶν μὲν γὰρ εὐξαμένοισιν ἔσθ’ ἡμῖν τυχεῖν, τούτων δὲ δραχμὰς τοὐλάχιστον δώδεκα ἢ πλέον ἀναλώσασιν ὀσφρέσθαι μόνον οὕτως ἔσθ’ ἅγιον παντελῶς τὸ θηρίον. Ἀναξανδρίδης δ’ ἐν Πόλεσι πρὸς τοὺς Αἰγυπτίους ἀποτεινόμενος τὸν λόγον φησίν οὐκ ἂν δυναίμην συμμαχεῖν ὑμῖν ἐγώ· οὔτ’ οἱ τρόποι γὰρ ὁμονοοῦσ’ οὔτ’ οἱ νόμοι ἡμῶν, ἀπ’ ἀλλήλων δὲ διέχουσιν πολύ. βοῦν προσκυνεῖς, ἐγὼ δὲ θύω τοῖς θεοῖς· τὴν ἔγχελυν μέγιστον ἡγεῖ δαίμονα, ἡμεῖς δὲ τῶν ὄψων μέγιστον παρὰ πολὺ οὐκ ἐσθίεις ὕει᾽, ἐγὼ δὲ γ’ ἥδομαι μάλιστα τούτοις· κύνα σέβεις, τύπτω δ’ ἐγώ, τοὔψον κατεσθίουσαν ἡνίκ’ ἂν λάβω. τοὺς ἱερέας ἐνθάδε μὲν ὁλοκλήρους νόμος εἶναι, παρ’ ὑμῖν δ᾽, ὡς ἔοικ᾽, ἀπηργμένους. τὸν αἰέλουρον κακὸν ἔχοντ’ ἐὰν ἴδῃς κλαίεις, ἐγὼ δ’ ἥδιστ’ ἀποκτείνας δέρω. δύναται παρ’ ὑμῖν μυγαλῆ, παρ’ ἐμοὶ δὲ γ’ οὔ. Τιμοκλῆς δ’ ἐν Αἰγυπτίοις πῶς ἂν μὲν οὖν σώσειεν ἶβις ἢ κύων; ὅπου γὰρ εἰς τοὺς ὁμολογουμένους θεοὺς ἀσεβοῦντες οὐ διδόασιν εὐθέως δίκην, τίν’ αἰελούρου βωμὸς ἐπιτρίψειεν ἄν;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme