Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 7

56 ὅτι δ’ ἤσθιον τὰς ἐγχέλεις καὶ μετὰ τεύτλων ἐντυλίξαντες πολὺ μέν ἐστι καὶ παρὰ τοῖς ἀρχαίοις κωμικοῖς, καὶ Εὔβουλος δέ φησιν ἐν Ἠχοῖ· νύμφα ἀπειρόγαμος τεύτλῳ περὶ σῶμα καλυπτὰ λευκόχρως παρέσται, ἔγχελυς, ὦ μέγα μοι μέγα σοι φάος ὅσσον ἐναργές. καὶ ἐν Ἴωνι· μετὰ ταῦτα θύννων μεγαλόπλουτ’ ἐπεισέπλει ὑπογάστρι’ ὀπτῶν αἵ τ’ ἐχιδνοσώματοι Βοιώτιαι παρῆσαν ἐγχέλεις θεαὶ τεῦτλ’ ἀμπεχόμεναι. καὶ ἐν Μηδείᾳ· τεῦτλ’ ἀμπεχομένης παρθένου Βοιωτίας Κωπᾷδος· ὀνομάζειν γὰρ αἰδοῦμαι θεάν. ὅτι δὲ καὶ αἱ Στρυμόνιαι ἐγχέλεις δι’ ὀνόματος ἦσάν φησιν ἐν Θαμύρᾳ Ἀντιφάνης· καὶ σοῦ γ’ ἐπώνυμός τις ἐν φήμαις βροτῶν Θρῇκας κατάρδων ποταμὸς ὠνομασμένος Στρυμών, μεγίστας ἐγχέλεις κεκτημένος. καὶ περὶ τὸν Εὐλέα δὲ ποταμὸν οὗ μνημονεύει Ἀντίμαχος ἐν ταῖς ἐπιγραφομέναις Δέλτοις οὕτως· ἐλθὼν Εὐλῆος πηγὰς ἔπι δινήεντος Δημήτριος ὁ Σκήψιος ἐν ἑκκαιδεκάτῃ τοῦ Τρωικοῦ διακόσμου ἐγχέλεις φησὶ διαφόρους γίνεσθαι.
57 ἔλοψ. προείρηται μέν τινα περὶ αὐτοῦ· ἀλλὰ καὶ Ἀρχέστρατός φησι τάδε περὶ αὐτοῦ· τὸν δ’ ἔλοπ’ ἔσθε μάλιστα Συρακούσαις ἐνὶ κλειναῖς, τόν γε κρατιστεύονθ᾽. οὗτος γὰρ αὖ ἐστιν ἐκεῖθεν τὴν ἀρχὴν γεγονώς· ὥσθ’ ἡνίκ’ ἂν ἢ περὶ νήσους ἢ περὶ τὴν Ἀσίην που ἁλῷ γῆν ἢ περὶ Κρήτην, λεπτὸς καὶ στερεὸς καὶ κυματοπλὴξ ἀφικνεῖται.
58 ἐρυθρῖνος. Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων καὶ Σπεύσιππος παραπλήσιά. φησιν εἶναι φάγρον, ἐρυθρῖνον, ἥπατον. τὰ παραπλήσια εἴρηκε καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων. Κυρηναῖοι δὲ ὕκην τὸν ἐρυθρῖνον καλοῦσιν, ὡς Κλείταρχός φησιν ἐν Γλώσσαις.
59 ἐγκρασίχολοι. καὶ τούτων μέμνηται Ἀριστοτέλης ὡς μικρῶν ἰχθυδίων ἐν τῷ περὶ ζωικῶν. Δωρίων δὲ ἐν τῷ περὶ ἰχθύων τῶν ἐγκρασιχόλους ἐν τοῖς ἑψητοῖς μέμνηται εἰπὼν οὕτως· ἑψητοὺς εἶναι μὲν δεῖ ἐγκρασιχόλους ἢ ἴωπας ἢ ἀθερίνας ἢ κωβιονς ἢ τριγλίδας μικρὰς σηπίδιά τε καὶ τευθίδια καὶ καρκίνια.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme