Book 7
63
θύννος. τοῦτόν φησιν Ἀριστοτέλης εἰσπλεῖν εἰς τὸν Πόντον ἐχόμενον τῆς γῆς· ἐν τῷ δεξιῷ ὀφθαλμῷ βλέπειν, τῷ γὰρ εὐωνύμῳ ἀμβλυωπεῖν. ἔχει δ’ ὑπὸ τὰ πτερύγια τὸν λεγόμενον οἶστρον. χαίρει δὲ ἀλέᾳ· διὸ καὶ πρὸς τὴν ἄμμον πρόσεισι. γίνεται δὲ ἐδώδιμος ὅταν τοῦ οἴστρου παύσηται, μίσγεται δὲ μετὰ τὴν φωλείαν, ὥς φησι Θεόφραστος, καὶ ἕως μὲν ἂν ἔχῃ μικρὰ τὰ κυήματα, δυσάλωτος, ὅταν δὲ μείζω γένηται, διὰ τὸν οἴστρου ἁλίσκεται. φωλεύει δὲ ὁ θύννος καίτοι πολυαίματος ὤν. Ἀρχέστρατος δέ φησιν ἀμφὶ δὲ τὴν ἱεράν τε καὶ εὐρύχορον Σάμον ὄψῃ θύννον ἁλισκόμενον σπουδῇ μέγαν, ὃν καλέουσιν ὄρκυν, ἄλλοτε δ’ αὖ κῆτος. τούτου δὲ θέρευς χρὴ ὀψωνεῖν ἃ πρέπει ταχέως καὶ μὴ περὶ τιμῆς ἐστὶ δὲ γενναῖος Βυζαντίῳ ἔν τε Καρύστῳ· ἐν Σικελῶν δὲ κλυτῇ νήσῳ Κεφαλοιδὶς ἀμείνους πολλῷ τῶνδε τρέφει θύννους καὶ Τυνδαρὶς ἀκτή. ἂν δὲ ποτ’ Ἰταλίας ἱερᾶς Ἱππώνιον ἔλθῃς Περσεφόνης ἕδος εὐστεφάνου, πολὺ δή, πολὺ πάντων ἐνταῦθ’ εἰσὶν ἄριστοι ἔχουσί τε τέρματα νίκης, οἱ δ’ ἐπὶ τῶνδε τόπων πεπλανημένοι εἰσὶν ἐκεῖθεν πολλὰ περάσαντες πελάγη βρυχίου διὰ πόντου ὥστ’ αὐτοὺς ἡμεῖς θηρεύομεν ὄντας ἀώρους.
64
᾽ Ὠνομάσθη δὲ θύννος ἀπὸ τοῦ θύειν τε καὶ ὁρμᾶν. ὁρμητικὸς γὰρ ὁ ἰχθὺς διὰ τὸ ἔχειν κατά τινα ὥραν οἶστρον ἐπὶ τῆς κεφαλῆς, ὑφ’ οὗ φησιν ὁ Ἀριστοτέλης αὐτὸν ἐξελαύνεσθαι γράφων οὕτως· οἱ δὲ θύννοι καὶ οἱ ξιφίαι οἰστρῶσι περὶ κυνὸς ἐπιτολήν· ἔχουσι γὰρ ἀμφότεροι τηνικαῦτα παρὰ τὰ πτερύγια οἱονεὶ σκωλήκιον τὸν καλούμενον οἶστρον, ὅμοιον μὲν σκορπίῳ, μέγεθος δ’ ἡλίκον ἀράχνης, τοῦτο δὲ ποιεῖ αὐτοὺς ἐξάλλεσθαι οὐκ ἔλαττον τοῦ δελφῖνος· καὶ τοῖς πλοίοις πολλάκις ἐμπίπτουσι. καὶ Θεοδωρίδας δέ φησι· θύννοι τε διοιστρήσοντι Γαδείρων δρόμον. Πολύβιος δ’ ὁ Μεγαλοπολίτης ἐν τετάρτῃ καὶ τριακοστῇ τῶν ἱστοριῶν περὶ τῆς ἐν Ἰβηρίᾳ Λυσιτανίας χώρας διαλεγόμενός φησιν ὅτι βάλανοί εἰσι κατὰ βάθος ἐν τῇ αὐτόθι θαλάττῃ πεφυτευμέναι, ὧν τὸν καρπὸν σιτουμένους τοὺς θύννους πιαίνεσθαι. διόπερ οὐκ ἂν ἁμάρτοι τις λέγων ὗς εἶναι θαλαττίους τοὺς θύννους. εἰσὶν γὰρ οἱ θύννοι οἷον ὕες, ἀπὸ τῶν βαλάνων αὐξανόμενοι,