Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 7

65 ἐπαινεῖται δὲ τοῦ ἰχθύος τούτου τὰ ὑπογάστρια, ὡς καὶ Εὔβουλός φησιν ἐν Ἴωνι· μετὰ ταῦτα θύννων μεγαλόπλουτ’ ἐπεισέπλει ὑπογάστρι’ ὀπτῶν. Ἀριστοφάνης Λημνίαις· οὐκ ἔγχελυν Βοιωτίαν, οὐ γλαῦκον, οὐχὶ θύννου ὑπογάστριον. Στράττις Ἀταλάντῃ· ὑπογάστριον θύννου τι κἀκροκώλιον δραχμῆς ὕειον. ἐν δὲ Μακεδόσιν ὑπογάστριά θ’ ἡδέα θύννων. ἔριφος Μελιβοίᾳ· ταῦτα γὰρ οἱ πένητες οὐκ ἔχοντες ἀγοράσαι ὑπογάστριον θύννακος οὐδὲ κρανίον λάβρακος οὐδὲ γόγγρον οὐδὲ σηπίας, ἃς οὐδὲ μάκαρας ὑπερορᾶν οἶμαι θεούς. ὅταν δὲ καὶ Θεόπομπος ἐν Καλλαίσχρῳ λέγῃ· ἰχθύων δὲ δὴ ὑπογάστρι᾽, ὦ Δάματερ, παρατηρητέον ὅτι ἐπὶ ἰχθύων μὲν ὑπογάστριον λέγουσι, σπανίως δ’ ἐπὶ χοίρων καὶ τῶν ἄλλων ζῴων. ἄδηλον δ’ ἐπὶ τίνων ἔταξε τὸ ὑπογάστριον Ἀντιφάνης ἐν τῷ Ποντικῷ, ὅταν λέγῃ· ὅστις ὠψώνηκ’ ἴσως ταύταις μεγαλείως ταῖς κάκιστ’ ἀπολουμέναις ὑπογάστρι’ ἐλθὼν ἃς Ποσειδῶν ἀπολέσαι βράττειν τε γεννικῶς παρασκευάζεται πλευρὰν μετ’ αὐτῶν. Ἄλεξις δ’ ἐν Ὀδυσσεῖ ὑφαίνοντι καὶ τὴν κεφαλὴν τοῦ θύννου ἐπαινῶν φησιν καὶ τοὺς ἁλιέας δ’ εἰς τὸ βάραθρον ἐμβάλω· ἀπελευθέρων ὀψάρια θηρεύουσί μοι, τριχίδια καὶ σηπίδια καὶ φρυκτούς τινας. β. οὗτος πρότερον κεφαλὴν εἰ λάβοι θύννου ἐνόμιζεν ἐγχέλεια καὶ θύννας ἔχειν. ἐπῄνουν δὲ τῶν θύννων καὶ τὰς κλεῖδας καλουμένας, ὡς Ἀριστοφῶν ἐν Πειρίθῳ· καὶ μὴν διέφθαρταί γε τοὔψον παντελῶς· κλεῖδες μὲν ὀπταὶ δύο παρεσκευασμέναι. β. αἷς τὰς θύρας κλείουσι; α. θύννειοι μὲν οὖν. β. σεμνὸν τὸ βρῶμα. α. καὶ τρίτη Λακωνική.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme