Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 7

66 Ἀντίγονος δ’ ὁ Καρύστιος ἐν τῷ περὶ λέξεως τῷ Ποσειδῶνί φησι θύννον θύεσθαι, καθάπερ προείπαμεν. Ἡρακλέων δ’ ὁ Ἐφέσιος θύννον τὸν ὄρκυνόν φησι λέγειν τοὺς Ἀττικούς. Σώστρατος δ’ ἐν δευτέρῳ περὶ ζῴων τὴν πηλαμύδα θυννίδα καλεῖσθαι λέγει, μείζω δὲ γινομένην θύννον, ἔτι δὲ μείζονα ὄρκυνον, ὑπερβαλλόντως δὲ αὐξανόμενον γίνεσθαι κῆτος, μνημονεύει δὲ τοῦ θύννου καὶ Αἰσχύλος λέγων σφύρας δέχεσθαι κἀπιχαλκεύειν μύδρους ὡς ἀστενακτὶ θύννος ὣς ἠνείχετο ἄναυδος. καὶ ἀλλαχοῦ· τὸ σκαιὸν ὄμμα παραβαλὼν θύννου δίκην, ὡς τοῦ θύννου τῷ σκαιῷ ὀφθαλμῷ οὐ βλέποντος, ὡς Ἀριστοτέλης εἴρηκεν. Μένανδρος· ἁλιεῦσι· καὶ θάλαττα βορβορώδης, ἣ τρέφει θύννον μέγαν. καὶ παρὰ Σώφρονι ὁ θυννοθήρας ἐστίν οὓς ἔνιοι θύννους καλοῦσιν, Ἀθηναῖοι δὲ θυννίδας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme