Book 7
73
κίθαρος. Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων ἢ περὶ ἰχθύων ὁ κίθαρος, φησί, καρχαρόδους, μονήρης, φυκοφάγος, τὴν γλῶτταν ἀπολελυμένος, καρδίαν λευκὴν ἔχων καὶ πλατεῖαν. Φερεκράτης Δουλοδιδασκάλῳ· κίθαρος γεγενῆσθαι κἀγοράζειν κίθαρος ὤν. β. ἀγαθὸν γ’ ὁ κίθαρος καὶ πρὸς Ἀπόλλωνος πάνυ. α. ι ἐκεῖνο θράττει μ᾽, ὅτι λέγουσιν, ὦ ᾽ γαθή, ἔνεστιν ἐν κιθάρῳ τι κακόν. Ἐπίχαρμος Ἥβας γάμῳ ἦν δ’ ὑαινίδες τε βούγλωσσοί τε καὶ κίθαρος ἐνῆς. ὅτι δὲ διὰ τὸ ὄνομα ἱερὸς εἶναι νενόμισται τοῦ Ἀπόλλωνος εἴρηκεν Ἀπολλόδωρος. Καλλίας δ’ ἢ Διοκλῆς Κύκλωψι· κίθαρος ὀπτὸς καὶ βατὶς θύννου τε κεφάλαιον τοδί. ὁ δ’ Ἀρχέστρατος ἐν τῇ Ἡδυπαθείᾳ· κίθαρον δὲ κελεύω, ἂν μὲν λευκὸς ἔῃ στερεός τε μέγας τε πεφύκῃ, ἕψειν εἰς ἅλμην καθαρὰν κατὰ φύλλα καθέντα· ἂν δ’ ᾖ πυρρὸς ἰδεῖν καὶ μὴ λίαν μέγας, ὀπτᾶν ὀρθῇ κεντήσαντα δέμας νεοθῆγι μαχαίρᾳ, καὶ πολλῷ τυρῷ καὶ ἐλαίῳ τοῦτον ἄλειφε χαίρει γὰρ δαπανῶντας ὁρῶν, ἐστὶν δ’ ἀκόλαστος.
74
κορδύλος· . τοῦτον Ἀριστοτέλης φησὶν ἀμφίβιον εἶναι καὶ τελευτᾶν ὑπὸ τοῦ ἡλίου αὐανθέντα. Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ κουρύλον αὐτὸν καλεῖ· τοῖσί κεν ἄρμενα πάντα παροπλίσσαιο δέλετρα, κουρύλον ἢ πειρῆνα ἢ εἰναλίην ἕρπηλαν. μέμνηται δὲ καὶ κορδυλίδος ἐν τούτοις· ἢ μύας ἢ ἵππους ἠὲ γλαύκην κορύδυλιν.
75
κάμμοροι. Ἐπίχαρμος ἐν Ἥβας γάμῳ· ἔτι δὲ πὸτ τούτοισι βῶκες, σμαρίδες, ἀφύαι, κάμμοροι. καὶ Σώφρων δ’ ἐν γυναικείοις μίμοις αὐτῶν μέμνηται. ἐστὶ δὲ καρίδων γένος καὶ ὑπὸ Ῥωμαίων οὕτως καλοῦνται,
76
καρχαρίαι. Νουμήνιος ὁ Ἡρακλεώτης ἐν τῷ Ἁλιευτικῷ φησιν ἄλλοτε καρχαρίην, ὁτὲ δὲ ῥόθιον ψαμαθῖδα. σώφρων Θυννοθήρᾳ· ἁ δὲ γαστὴρ ὑμέων καρχαρίας, ὅκκα τινὸς δῆσθε. Νίκανδρος ὁ Κολοφώνιος ἐν ταῖς Γλώσσαις τὸν καρχαρίαν καλεῖσθαί φησι καὶ λάμιαν καὶ σκύλλαν.