Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 7

71 ΚΙΧΛΑΙ καὶ ΚΟΣΣΥΦΟΙ. διὰ τοῦ ητα Ἀττικοὶ κίχλην λέγουσι, καὶ ὁ λόγος οὕτως ἔχει. τὰ γὰρ εἰς λα λήγοντα θηλυκὰ πρὸ τοῦ λ ἕτερον λ ἔχει, Σκύλλα, σκίλλα, κόλλα, βδέλλα, ἅμιλλα, ἄμαλλα· τὰ δὲ εἰς λη οὐκέτι, ὁμίχλη, φύτλη, γενέθλη, αἴγλη, τρώγλη. ὁμοίως οὖν καὶ τρίγλη. Κρατῖνος (I 106 K)· τρίγλην δ’ εἰ μὲν ἐδηδοκοίη τένθου τινὸς ἀνδρός. Διοκλῆς δ’ ἐν πρώτῳ Ὑγιεινῶν ‘οἱ δὲ πετραῖοι, φησίν, καλούμενοι μαλακόσαρκοι, κόσσυφοι, κίχλαι, πέρκαι, κωβιοί, φυκίδες, ἀλφηστικός.’ Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ (fr. 17 B)· γλαύκους ἢ ὀρφῶν ἔναλον γένος ἠὲ μελάγχρων κόσσυφον ἢ κίχλας ἁλιειδέας. Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ (p. 232 L)· βαμβραδόνες τε καὶ κίχλαι λαγοὶ δράκοντές τ᾽ ἄλκιμοι. Ἀριστοτέλης δ’ ἐν τῷ περὶ ζωικῶν (p. 297 R)· ‘καὶ τὰ μὲν μελανόστικτα, ὥσπερ κόσσυφος, τὰ δὲ ποικιλόστικτα, ὥσπερ κίχλη.’ Παγκράτης δ’ ὁ Ἀρκὰς ἐν ἔργοις θαλαττίοις τὴν κίχλην πολλοῖς ὀνόμασί φησι καλεῖσθαι· οἷς ἤδη κίχλην οἰνώδεα, τὴν καλαμῆες σαῦρον κικλήσκουσι καὶ αἰολίην, ὀρφίσκον, πιότατον κεφαλῇ. Νίκανδρος δ’ ἐν τετάρτῳ Ἑτεροιουμένων φησίν (fr. 59 Schn)· ἢ σκάρον ἢ κίχλην πολυώνυμον.
72 ΚΑΠΡΟΣ καὶ ΚΡΕΜΥΣ. Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων φησί (p. 296 R)· ‘τὰ δὲ ἀνόδοντα καὶ λεῖα ὡς ῥαφίς. καὶ τὰ μὲν λιθοκέφαλα ὡς κρέμυς, τὰ δὲ σκληρότατα, τραχύδερμα ὡς κάπρος. καὶ τὰ μὲν δίραβδα ὥσπερ σεσερῖνος, τὰ δὲ πολύραβδα καὶ ἐρυθρόγραμμα ὡς σάλπη.’ τοῦ δὲ κάπρου μνημονεύει καὶ Δωρίων καὶ Ἐπαίνετος. Ἀρχέστρατος δέ φησιν (fr. 23 R)· αὐτὰρ ἐς Ἀμβρακίαν ἐλθὼν εὐδαίμονα χώραν τὸν κάπρον ἂν ἐσίδῃς ὠνοῦ καὶ μὴ κατάλειπε, κἂν ἰσόχρυσος ἔῃ, μή σοι νέμεσις καταπνεύσῃ δεινὴ ἀπ’ ἀθανάτων· τὸ γάρ ἐστιν νέκταρος ἄνθος. τούτου δ’ οὐ θέμις ἐστὶ φαγεῖν θνητοῖσιν ἅπασιν οὐδ’ ἐσιδεῖν ὄσσοισιν, ὅσοι μὴ πλεκτὸν ὕφασμα σχοίνου ἑλειοτρόφου κοῖλον χείρεσσιν ἔχοντες εἰώθασι δονεῖν ψήφους αἴθωνι λογισμῷ ἄρθρων μηλείων ἐπὶ γῆν δωρήματα βάλλων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme