Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 7

73 ΚΙΘΑΡΟΣ. Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων ἢ περὶ ἰχθύων (p. 308 R) ‘ὁ κίθαρος, φησί, καρχαρόδους, μονήρης, φυκοφάγος, τὴν γλῶτταν ἀπολελυμένος, καρδίαν λευκὴν ἔχων καὶ πλατεῖαν.’ Φερεκράτης Δουλοδιδασκάλῳ (I 155 K)· κίθαρος γεγενῆσθαι κἀγοράζειν κίθαρος ὤν. Β. ἀγαθόν γ’ ὁ κίθαρος καὶ πρὸς Ἀπόλλωνος πάνυ. Α. ἐκεῖνο θράττει μ᾽, ὅτι λέγουσιν, ὦ ᾽γαθή, ἔνεστιν ἐν κιθάρῳ τι κακόν. Ἐπίχαρμος Ἥβας γάμῳ (p. 234 L)· ἦν δ’ ὑαινίδες τε βούγλωσσοί τε καὶ κίθαρος ἐνῆς. ὅτι δὲ διὰ τὸ ὄνομα ἱερὸς εἶναι νενόμισται τοῦ Ἀπόλλωνος εἴρηκεν Ἀπολλόδωρος. Καλλίας δ’ ἢ Διοκλῆς Κύκλωψι (I 694 K)· κίθαρος ὀπτὸς καὶ βατὶς θύννου τε κεφάλαιον τοδί. ὁ δ’ Ἀρχέστρατος ἐν τῇ Ἡδυπαθείᾳ (fr. 27 R)· κίθαρον δὲ κελεύω, ἂν μὲν λευκὸς ἔῃ .... στερεός τε πεφύκῃ, ἕψειν εἰς ἅλμην καθαρὰν βαιὰ φύλλα καθέντα· ἂν δ’ ᾖ πυρρὸς ἰδεῖν καὶ μὴ λίαν μέγας, ὀπτᾶν ὀρθῇ κεντήσαντα δέμας νεοθῆγι μαχαίρᾳ. καὶ πολλῷ τυρῷ καὶ ἐλαίῳ τοῦτον ἄλειφε· χαίρει γὰρ δαπανῶντας ὁρῶν, ἐστὶν δ’ ἀκόλαστος.
74 ΚΟΡΔΥΛΟΣ. τοῦτον Ἀριστοτέλης φησὶν (p. 309 R) ἀμφίβιον εἶναι καὶ τελευτᾶν ὑπὸ τοῦ ἡλίου αὐανθέντα. Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ κουρύλον αὐτὸν καλεῖ (fr. 2 Birt)· τοῖσί κεν ἄρμενα πάντα παροπλίσσαιο δέλετρα κουρύλον ἢ πειρῆνα ἢ εἰναλίην ἕρπηλαν. μέμνηται δὲ καὶ κορδυλίδος ἐν τούτοις (fr. 10 B)· ἢ μύας ἢ ἵππους ἠὲ γλαύκην κορύδυλιν.
75 ΚΑΜΜΟΡΟΙ. Ἐπίχαρμος ἐν Ἥβας γάμῳ (p. 232 L)· ἔτι δὲ πὸτ τούτοισι βῶκες, σμαρίδες, ἀφύαι, κάμμοροι. καὶ Σώφρων δ’ ἐν γυναικείοις μίμοις (fr. 34 Bo) αὐτῶν μέμνηται. ἐστὶ δὲ καρίδων γένος καὶ ὑπὸ Ῥωμαίων οὕτως καλοῦνται.
76 ΚΑΡΧΑΡΙΑΙ. Νουμήνιος ὁ Ἡρακλεώτης ἐν τῷ Ἁλιευτικῷ φησιν (fr. 11 Birt)· ἄλλοτε καρχαρίην, ὁτὲ δὲ ῥόθιον ψαμαθῖδα. Σώφρων Θυννοθήρᾳ (fr. 56 Bo)· ‘ἁ δὲ γαστὴρ ὑμέων καρχαρίας, ὅκκα τινὸς δῆσθε.’ Νίκανδρος ὁ Κολοφώνιος ἐν ταῖς Γλώσσαις τὸν καρχαρίαν καλεῖσθαί φησι (fr. 137 Sch.) καὶ λάμιαν καὶ σκύλλαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme