Book 7
85
κύων καρχαρίας , περὶ τούτων φησὶν Ἀρχέστρατος ὁ τῶν ὀψοφάγων Ἡσίοδος ἢ Θέογνις· ἦν δὲ καὶ ὁ Θέογνις περὶ ἡδυπάθειαν, ὡς αὐτὸς περὶ αὑτοῦ φησιν διὰ τούτων τῆμος δ’ ἠέλιος μὲν ἐν αἰθέρι μώνυχας ἵππους ἄρτι παραγγέλλοι μέσσατον ἦμαρ ἔχων, δείπνου δὴ λήγοιμεν, ὅσου τινὰ θυμὸς ἀνώγοι, παντοίων ἀγαθῶν γαστρὶ χαριζόμενοι. χέρνιβα δ’ αἶψα θύραζε φέροι, στεφανώματα δ’ εἴσω εὐειδὴς ῥαδινῇς χερσὶ Λάκαινα κόρη. οὐδὲ τὸ παιδεραστεῖν ἀπαναίνεται ὁ σοφὸς οὗτος· λέγει γοῦν εἰ θείης, Ἀκάδημε, ἐφίμερον ὕμνον ἀείδειν, ἆθλον δ’ ἐν μέσσῳ παῖς καλὸν ἄνθος ἔχων σοί τ’ εἴη καὶ ἐμοὶ σοφίης πέρι δηρισάντοιν γνοίης χ’ ὅσσον ὄνων κρέσσονες ἡμίονοι. ὁ δ’ οὖν Ἀρχέστρατος ἐν ταῖς καλαῖς ταύταις ὑποθήκαις παραινεῖ· ἐν δὲ Τορωναίων ἄστει τοῦ καρχαρία χρὴ τοῦ κυνὸς ὀψωνεῖν ὑπογάστρια κοῖλα κάτωθεν. εἶτα κυμίνῳ ταῦτα πάσας ἁλὶ μὴ συχνῷ ὄπτα· ἄλλο δ’ ἐκεῖσε, φίλη κεφαλή, μηδὲν προσενέγκῃς, εἰ μὴ γλαυκὸν ἔλαιον. ἐπειδὰν δ’ ὀπτὰ γένηται, ἤδη τριμμάτιόν τε φέρειν καὶ ἐκεῖνα ἐτ’ αὐτοῦ. ὅσσα δ’ ἂν ἐν λοπάδος κοίλης πλευρώμασιν ἕψῃς μήθ’ ὕδατος πηγὴν ἱερὴν μήτ’ οἴνινον ὅξος συμμίξῃς ἀλλ’ αὐτὸ μόνον κατάχευον ἔλαιον αὐχμηρόν τε κύμινον ὁμοῦ, δ’ εὐώδεα φύλλα. ἕψε δ’ ἐπ’ ἀνθρακιῆς φλόγα τούτοις μὴ προσενεγκὼν~ καὶ κίνει πυκινῶς, μὴ προσκαυθέντα λάθῃ σε. ἀλλ’ οὐ πολλοὶ ἴσασι βροτῶν τόδε θεῖον ἔδεσμα οὐδ’ ἔσθειν ἐθέλουσιν, ὅσοι κεπφαττελεβώδη ψυχὴν κέκτηνται θνητῶν εἰσὶν τ᾽ ἀπόπληκτοι ὡς ἀνθρωποφάγου τοῦ θηρίου ὄντος. ἅπας δὲ ἰχθὺς σάρκα φιλεῖ βροτέην, ἄν που περικύρσῃ. τούτου τοῦ ἰχθύος μέρος ἐστὶ καὶ ὁ ὑπὸ Ῥωμαίων καλούμενος θυρσίων, ἥδιστος ὢν καὶ τρυφερώτατος.