Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 7

86 ΛΑΒΡΑΚΕΣ. οὗτοι, ὡς Ἀριστοτέλης ἱστορεῖ (p. 310 R), μονήρεις εἰσὶ καὶ σαρκοφάγοι. γλῶσσαν δ᾽ ἔχουσιν ὀστώδη καὶ προσπεφυκυῖαν, καρδίαν τρίγωνον· ἐν δὲ πέμπτῳ ζῴων μορίων (p. 543 b 3) τίκτειν αὐτοὺς καθάπερ τοὺς κεστρεῖς καὶ χρυσόφρυας μάλισθ’ οὗ ἂν ποταμοὶ ῥέωσι. τίκτουσι δὲ χειμῶνος καὶ τίκτουσι δίς. Ἱκέσιος δέ φησιν ὅτι οἱ λάβρακες εὔχυλοί εἰσι καὶ οὐ πολύτροφοι, πρὸς δὲ τὴν ἔκκρισιν ἥσσονες, εὐστομίᾳ δὲ πρῶτοι κρίνονται. ὠνομάσθη δ’ ὁ ἰχθὺς παρὰ τὴν λαβρότητα. λέγεται δὲ ὅτι καὶ συνέσει τῶν ἄλλων ἰχθύων διαφέρει, ἐπινοητικὸς ὢν τοῦ διασῴζειν ἑαυτόν. διὸ καὶ ὁ κωμῳδιοποιὸς Ἀριστοφάνης φησί (I 543 K)· λάβραξ ὁ πάντων ἰχθύων σοφώτατος. Ἀλκαῖος δ’ ὁ μελοποιὸς μετέωρόν φησιν αὐτὸν νήχεσθαι (fr. 107 B4). ὁ δὲ σοφὸς Ἀρχέστρατος (fr. 53 R)· λάμβανε δ’ ἐκ Γαίσωνος ὅταν Μίλητον ἵκηαι, κεστρέα τὸν κέφαλον καὶ τὸν θεόπαιδα λάβρακα. εἰσὶ γὰρ ἐνθάδ’ ἄριστοι· ὁ γὰρ τόπος ἐστὶ τοιοῦτος. πιότεροι δ’ ἕτεροι πολλοὶ Καλυδῶνί τε κλεινῇ Ἀμβρακίᾳ τ’ ἐνὶ πλουτοφόρῳ Βόλβῃ τ’ ἐνὶ λίμνῃ· ἀλλ’ οὐκ εὐώδη γαστρὸς κέκτηνται ἀλοιφὴν οὐδ’ οὕτω δριμεῖαν. ἐκεῖνοι δ’ εἰσίν, ἑταῖρε, τὴν ἀρετὴν θαυμαστοί. ὅλους δ’ αὐτοὺς ἀλεπίστους ὀπτήσας μαλακοὺς χρηστῶς προσένεγκε δίχ’ ἅλμης. μηδὲ προσέλθῃ σοί ποτε τοὔψον τοῦτο ποιοῦντι μήτε Συρακόσιος μηθεὶς μήτ’ Ἰταλιώτης. οὐ γὰρ ἐπίστανται χρηστῶς σκευαζέμεν ἰχθῦς, ἀλλὰ διαφθείρουσι κακῶς τυροῦντες ἅπαντα ὄξει τε ῥαίνοντες ὑγρῷ καὶ σιλφίου ἅλμῃ. τῶν δὲ πετραίων ἰχθυδίων τῶν τρισκαταράτων πάντων εἰσὶν ἄριστοι ἐπισταμένως διαθεῖναι καὶ πολλὰς ἰδέας κομψῶς παρὰ δαιτὶ δύνανται ὀψαρίων τεύχειν γλίσχρων ἡδυσματολήρων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme