Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 7

87 καὶ Ἀριστοφάνης δ’ ἐν Ἱππεῦσι μνημονεύει ὡς διαφόρων γινομένων τῶν περὶ τὴν Μίλητον λαβράκων, ὅταν οὕτως λέγῃ (361)· ἀλλ’ οὐ λάβρακας καταφαγὼν Μιλησίους κλονήσεις. ἐν δὲ Λημνίαις (I 487 K)· οὐ κρανίον λάβρακος, οὐχὶ κάραβον πρίασθαι, ὡς διαφόρου ὄντος τοῦ τῶν λαβράκων ἐγκεφάλου καθάπερ καὶ τοῦ τῶν γλαύκων. καὶ Εὔβουλος δ’ ἐν Τιτθαῖς φησι (II 204 K)· μὴ πολυτελῶς, ἀλλὰ καθαρείως· ὅ τι ἂν ᾖ ὁσίας ἕνεκα, σηπίδια ἢ τευθίδια πλεκτάνια μικρὰ πουλύποδος, νῆστίν τινα, μήτραν, χόρια, πῦον, λάβρακος κρανίον εὐμέγεθες. ὁ δὲ Γαίσων, οὗ Ἀρχέστρατος μνημονεύει, ἡ Γαισωνὶς λίμνη ἐστὶ μεταξὺ Πριήνης καὶ Μιλήτου ἡνωμένη τῇ θαλάσσῃ, ὡς Νεάνθης ὁ Κυζικηνὸς ἱστορεῖ ἐν τῇ Ϛʹ τῶν Ἑλληνικῶν (FHG III 3). Ἔφορος δ’ ἐν τῇ πέμπτῃ (FHG I 260) ποταμὸν εἶναί φησι τὸν Γαίσωνα περὶ Πριήνην, ὃν εἰσρεῖν εἰς λίμνην. Ἄρχιππος ἐν Ἰχθύσι μνημονεύων τῶν λαβράκων φησίν (I 684 K)· Αἰγύπτιος μιαρώτατος τῶν ἰχθύων κάπηλος, Ἕρμαιος, ὃς βίᾳ δέρων ῥίνας γαλεούς τε πωλεῖ καὶ τοὺς λάβρακας ἐντερεύων.
88 ΛΑΤΟΣ. τοῦτον κατὰ τὴν Ἰταλίαν κράτιστον εἶναί φησιν Ἀρχέστρατος λέγων οὕτως (fr. 29 R)· τὸν δὲ λάτον τὸν κλεινὸν ἐν Ἰταλίῃ πολυδένδρῳ ὁ Σκυλλαῖος ἔχει πορθμός, θαυμαστὸν ἔδεσμα. οἱ δ’ ἐν τῷ Νείλῳ ποταμῷ γινόμενοι λάτοι τὸ μέγεθος εὑρίσκονται καὶ ὑπὲρ διακοσίας λίτρας ἔχοντες. ὁ δὲ ἰχθὺς οὗτος λευκότατος ὢν καὶ ἥδιστός ἐστι πάντα τρόπον σκευαζόμενος, παραπλήσιος ὢν τῷ κατὰ τὸν Ἴστρον γινομένῳ γλάνιδι. φέρει δ’ ὁ Νεῖλος καὶ ἄλλα γένη πολλὰ ἰχθύων καὶ πάντα ἥδιστα, μάλιστα δὲ τὰ τῶν κορακίνων. πολλὰ γὰρ καὶ τούτων γένη. φέρει δὲ καὶ τοὺς μαιώτας καλουμένους, ὧν μνημονεύει Ἄρχιππος ἐν Ἰχθύσι διὰ τούτων (I 684 K)· τοὺς μαιώτας καὶ σαπέρδας καὶ γλάνιδας. εἰσὶ δὲ πολλοὶ περὶ τὸν Πόντον, φέροντες τὴν ὀνομασίαν ἀπὸ τῆς λίμνης τῆς Μαιώτιδος. Νειλῷοι δ’ εἰσὶν ἰχθύες, εἴ γ’ ἔτι μνημονεύειν δύναμαι πολυέτη τὴν ἀποδημίαν ἔχων, νάρκη μὲν ἡ ἡδίστη, χοῖρος, σῖμος, φάγρος, ὀξύρυγχος, ἀλλάβης, σίλουρος, συνοδοντίς, ἐλέωτρις, ἔγχελυς, θρίσσα, ἄβραμις, τύφλη, λεπιδωτός, φῦσα, κεστρεύς. εἰσὶ δὲ καὶ ἄλλοι οὐκ ὀλίγοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme