Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 7

93 ΜΕΛΑΝΟΥΡΟΣ. περὶ τούτου φησὶ Νουμήνιος ἐν Ἁλιευτικῷ (fr. 18 Birt)· σκορπίον ἢ πέρκαισι καθηγητὴν μελάνουρον. Ἱκέσιος δ’ αὐτὸν σαργῷ φησιν παραπλήσιον εἶναι, καταδεέστερον δὲ τῇ εὐχυλίᾳ καὶ τῇ εὐστομίᾳ, μικρῶς δὲ παραστύφειν καὶ εἶναι τρόφιμον. μνημονεύει δ’ αὐτοῦ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ (p. 234 L)· ἦν δὲ σαργῖνοί τε μελάνουροί τε. Ἀριστοτέλης δ’ ἐν τῷ περὶ ζῳικῶν (p. 297 R) γράφει οὕτως· ‘ὀρροπυγόστικτοι δὲ τῶν ἰχθύων μελάνουρος καὶ σαργὸς πολύγραμμοί τε καὶ μελανόγραμμοι.’ ὅμοιον δὲ εἶναι τῷ μελανούρῳ φησὶ Σπεύσιππος ἐν δευτέρῳ Ὁμοίων τὸν καλούμενον ψύρον· ὃν Νουμήνιος καλεῖ ψόρον οὕτως (fr. 14 Birt)· ἢ ψόρον ἢ σάλπας ἢ αἰγιαλῆα δράκοντα.
94 ΜΟΡΜΥΡΟΣ. τροφιμώτατος, ὥς φησιν Ἱκέσιος. Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ μύρμας αὐτοὺς ὀνομάζει, εἰ μὴ διάφοροι τὴν φύσιν εἰσίν. γράφει δ’ οὕτως (p. 235 L)· καὶ χελιδόνες τε μύρμαι τοί τε κολιᾶν μέζονες ἐντί. Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων μορμύλους αὐτοὺς καλεῖ. Λυγκεὺς δ’ ὁ Σάμιος ἐν τῇ ὀψωνητικῇ τέχνῃ, ἣν προσεφώνησέ τινι τῶν ἑταίρων δυσώνῃ, φησίν· ‘οὐκ ἄχρηστον δὲ πρὸς τοὺς ἀτενίζοντας καὶ μὴ συγκαθιέντας τῇ τιμῇ καὶ τὸ κακῶς λέγειν παρεστηκότα τοὺς ἰχθύας, ἐπαγόμενον Ἀρχέστρατον τὸν γράψαντα τὴν Ἡδυπάθειαν ἢ τῶν ἄλλων τινὰ ποιητῶν καὶ λέγοντα τὸ μέτρον (Arch. fr. 31 R)· μόρμυρος αἰγιαλεὺς κακὸς ἰχθὺς οὐδέ ποτ’ ἐσθλός. καὶ (Arch. fr. 7 R) ‘τὴν ἀμίαν ὠνοῦ φθινοπώρου,’ νῦν δ’ ἐστὶν ἔαρ. καὶ (Arch. fr. 26 R)· κεστρέα τὸν θαυμαστόν, ὅταν χειμὼν ἀφίκηται, νῦν δ’ ἐστὶ θέρος· καὶ πολλὰ τῶν τοιούτων. ἀποσοβήσεις γὰρ πολλοὺς τῶν ὠνουμένων καὶ προσεστηκότων. τοῦτο δὲ ποιῶν ἀναγκάσεις τὸ σοὶ δοκοῦν λαβεῖν αὐτόν.’

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme