Book 7
96
ΞΙΦΙΑΣ. τοῦτον Ἀριστοτέλης (p. 311 R) φησὶν ἔχειν τοῦ ῥύγχους τὸ μὲν ὑποκάτω μικρόν, τὸ δὲ καθύπερθεν ὀστῶδες μέγα, ἴσον τῷ ὅλῳ αὐτοῦ μεγέθει· τοῦτο δὲ καλεῖσθαι ξίφος· ὀδόντας δ’ οὐκ ἔχειν τὸν ἰχθύν. Ἀρχέστρατος δέ φησιν (fr. 34 R)· ἀλλὰ λαβὲ ξιφίου τέμαχος Βυζάντιον ἐλθὼν οὐραίου τ’ αὐτὸν τὸν σφόνδυλον. ἐστὶ δὲ κεδνὸς κἀν πορθμῷ πρὸς ἄκραισι Πελωριάδος προβολαῖσι. τίς οὕτως τακτικὸς ἀκριβὴς ἢ τίς οὕτως κριτὴς ὄψων ὡς ὁ ἐκ Γέλας, μᾶλλον δὲ Καταγέλας (Ar. Ach. 606) οὗτος ποιητής; ὃς ἀκριβῶς οὕτως διὰ λιχνείαν καὶ τὸν πορθμὸν διέπλευσε καὶ τῶν μερῶν ἑκάστου τῶν ἰχθύων τὰς ποιότητας καὶ τοὺς χυμοὺς διὰ τὴν λιχνείαν ἐξήτασεν, ὥς τινα πραγματείαν βιωφελῆ καταβαλλόμενος.
97
ΟΡΦΩΣ. καλεῖται δὲ καὶ ὀρφός, ὡς Πάμφιλος. Ἀριστοτέλης δ’ ἐν πέμπτῳ ζῴων μορίων (543 a 30) ταχεῖαν λέγων γίνεσθαι τοῖς ἰχθύσι τὴν αὔξησιν, καὶ ὀρφώς, φησίν, ἐκ μικροῦ γίνεται μέγας ταχέως. ἐστὶ δὲ (Rose p. 313) καὶ σαρκοφάγος καὶ καρχαρόδους, ἔτι δὲ καὶ μονήρης. ἴδιον δ’ ἐν αὐτῷ ἐστι τὸ τοὺς θορικοὺς πόρους μὴ εὑρίσκεσθαι καὶ τὸ δύνασθαι πολὺν χρόνον ζῆν μετὰ τὴν ἀνατομήν. ἐστὶ δὲ καὶ τῶν φωλευόντων ἐν ταῖς χειμεριωτάταις ἡμέραις χαίρει τε πρόσγειος μᾶλλον ὢν ἢ πελάγιος. ζῇ δ’ οὐ πλέον δύο ἐτῶν. μνημονεύων δ’ αὐτοῦ Νουμήνιός φησι (fr. 7 B)· τοῖσί κεν εὐμαρέως θαλάμης ἄπο μακρὸν ἀείροις σκορπίον ἢ ὀρφὸν περιτρηχέα· τῶν γὰρ ἐπ’ ἄκρης... καὶ πάλιν (fr. 17 B)· γλαύκους ἢ ὀρφῶν ἔναλον γένος ἠὲ μελάγχρουν κόσσυφον. Δωρίων δὲ τὸν νέον φησὶν ὀρφὸν ὑπ’ ἐνίων καλεῖσθαι ὀρφακίνην. Ἄρχιππος δ’ ἐν Ἰχθύσιν (I 682 K)· ἱερεὺς γὰρ ἦλθ’ αὐτοῖσιν ὀρφώς του θεῶν. Κρατῖνος δ’ Ὀδυσσεῦσι (I 59 K)· τέμαχος ὀρφὼ χλιαρόν. Πλάτων Κλεοφῶντι (I 616 K)· σὲ γάρ, γραῦ, συγκατῴκισεν σαπρὰν ὀρφῷσι σελαχίοις τε καὶ φάγροις βοράν. Ἀριστοφάνης Σφηξίν (493)· ἢν μὲν ὠνῆταί τις ὀρφώς, μεμβράδας δὲ μὴ ᾽θέλῃ. τὴν μέντοι ἑνικὴν εὐθεῖαν ὀξυτόνως προφέρονται Ἀττικοί. Ἄρχιππος Ἰχθύσιν, ὡς πρόκειται. τὴν δὲ γενικὴν Κρατῖνος Ὀδυσσεῦσι (l. s.)· ‘τέμαχος ὀρφὼ χλιαρόν.’