Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 7

100 πουλύπους. πουλύποδος. οὕτως φασὶν οἱ Ἀττικοί ὡς καὶ Ὅμηρος· ὡς δ’ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο ἀνάλογον παρὰ τὸ ποὺς γάρ γέγονεν. τὴν δὲ αἰτιατικὴν πουλύπουν φασίν, ὡς Ἀλκίνουν καὶ Οἰδίπουν. καὶ τρίπουν δὲ λέβητα Αἰσχύλον εἰρηκέναι ἐν Ἀθάμαντι ἀπὸ ἁπλοῦ τοῦ ποὺς ὡς νοῦς. τὸ δὲ πώλυπον λέγειν Αἰολικὸν· Ἀττικοὶ γὰρ πουλύπουν λέγουσιν. Ἀριστοφάνης Δαιδάλῳ· καὶ ταῦτ’ ἔχοντα πουλύπους καὶ σηπίας. καὶ πάλιν τὸν πουλύπουν μοι ἔθηκε. καὶ πάλιν πληγαὶ λέγονται πουλύπου πιλουμένου. Ἀλκαῖος Ἀδελφαῖς μοιχευομέναις· ἠλίθιον εἶναι νοῦν τε πουλύποδος ἔχειν. Ἀμειψίας Κατεσθίοντι· δεῖ μέν, ὡς ἔοικε, πολλῶν πουλύπων. Πλάτων Παιδίῳ, ὥσπερ τοὺς πουλύποδας πρώτιστα σέ. Ἀλκαῖος· ἔδω δ’ ἐμαυτὸν ὡς πουλύπους. οἱ δὲ πουλύποδα προφέρονται ἀνάλογον τῷ ποὺς ποδὸς ποδὶ πόδα. Εὔπολις Δήμοις· ἀνὴρ πολίτης πουλύπους ἐς τοὺς τρόπους.
101 Διοκλῆς δ’ ἐν α# Ὑγιεινῶν τὰ δὲ μαλάκια, φησί, πρὸς ἡδονὴν καὶ πρὸς τὰ ἀφροδίσια· μάλιστα δὲ οἱ πουλύποδες. ἱστορεῖ δ’ Ἀριστοτέλης τὸν πολύποδα ἔχειν πόδας ὀκτώ, ὧν τοὺς μὲν ἄνω δύο καὶ κάτω ἐλαχίστους, τοὺς δ’ ἐν μέσῳ μεγίστους ἔχειν δὲ καὶ κοτυληδόνας δύο, αἷς τὴν τροφὴν προσάγεσθαι· τοὺς δ’ ὀφθαλμοὺς ἐπάνω τῶν ἄνω δύο ποδῶν τὸ δὲ στόμα καὶ τοὺς ὀδόντας ἐν μέσοις τοῖς ποσί. ἀναπτυχθεὶς δὲ ἐγκέφαλον ἔχει διμερῆ, ἔχει δὲ καὶ τὸν λεγόμενον θόλον, οὐ μέλανα καθάπερ σηπία ἀλλ’ ὑπέρυθρον, ἐν τῷ λεγομένῳ μήκωνι. ὁ δὲ μήκων κεῖται ἐπάνω τῆς κοιλίας οἱονεὶ κύστις. σπλάγχνον δ’ οὐκ ἔχει ἀναλογοῦν. τροφῇ δὲ χρῆται ἔστιν ὅτε καὶ τοῖς τῶν κογχυλίων σαρκιδίοις, τὰ ὄστρακα ἐκτὸς τῶν θαλαμῶν ῥίπτων ὅθεν διαγινώσκουσιν οἱ θηρεύοντες. ὀχεύει δὲ συμπλεκόμενος καὶ πολὺν χρόνον πλησιάζει διὰ τὸ ἄναιμος εἶναι. τίκτει δὲ διὰ τοῦ λεγομένου φυσητῆρος, ὅς ἐστι πόρος τῷ σώματι, καὶ τίκτει ᾠὰ βοτρυδόν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme